ΠΕΡΙ ΘΑΥΜΑΣΙΩΝ ΑΚΟΥΣΜΑΤΩΝ
Ἐν τῇ Παιονίᾳ φασὶν ἐν τῷ ὄρει τῷ Ἡσαίνῳ καλουμένῳ,
ὃ τὴν Παιονικὴν καὶ τὴν Μαιδικὴν ὁρίζει, εἶναί τι θηρίον
τὸ καλούμενον βόλινθον, ὑπὸ δὲ τῶν Παιόνων μόναιπον.
τοῦτον λέγουσι τὴν μὲν ὅλην φύσιν παραπλήσιον εἶναι βοΐ,
διαφέρειν δὲ τῷ μεγέθει καὶ τῇ εὐρωστίᾳ, προσέτι δὲ καὶ
τῇ χαίτῃ· ἔχει γὰρ ἀπὸ τοῦ αὐχένος, ὥσπερ ὁ ἵππος,
κατατείνουσαν βαθεῖαν σφόδρα, καὶ ἀπὸ τῆς κορυφῆς
ἕως τῶν ὀφθαλμῶν. τὰ δὲ κέρατα οὐχ ὥσπερ οἱ βόες,
ἀλλὰ κατεστραμμένα, καὶ τὸ ὀξὺ κάτω παρὰ τὰ ὦτα·
χωρεῖν δὲ αὐτὰ ἡμιχόου πλεῖον ἑκάτερον αὐτῶν, καὶ μέ-
λανα σφόδρα εἶναι, διαστίλβειν δὲ ὡσανεὶ λελεπισμένα.
ὅταν δὲ ἐκδαρῇ τὸ δέρμα, κατέχειν τόπον ὀκτακλίνου.
ἡνίκα δὲ πληγῇ, φεύγει, κἂν ἐξαδυνατοῦν μένει. ἔστι δὲ
ἡδύκρεων. ἀμύνεται δὲ λακτίζον καὶ προσαφοδεῦον ὡς
ἐπὶ τέτταρας ὀργυιάς· ῥᾳδίως δὲ χρῆται τούτῳ καὶ πολ-
λάκις τῷ εἴδει, καὶ ἐπικαίει δ' ὥστ' ἀποψήχεσθαι τὰς τρί-
χας τῶν κυνῶν. τεταραγμένου μὲν οὖν τοῦτο ποιεῖν φασὶ
τὸν ἄφοδον, ἀταράχου δὲ μὴ ἐπικαίειν. ὅταν δὲ τίκτωσι,
πλείους γενόμενοι καὶ συναχθέντες ἅμα πάντες οἱ μέγιστοι
τίκτουσι καὶ κύκλῳ προσαφοδεύουσι· πολὺ γάρ τι τούτου
τοῦ περιττώματος τὸ θηρίον προΐεται.
Τοὺς ἐν Ἀραβίᾳ φασὶ καμήλους μὴ ἀναβαίνειν ἐπὶ
τὰς μητέρας, ἀλλὰ κἂν βιάσηταί τις, οὐ θέλουσι. καὶ γάρ
ποτε λέγεται, ἐπεὶ οὐκ ἦν ὀχεῖον, τὸν ἐπιμελητὴν καλύ-
ψαντα ἐφεῖναι τὸν πῶλον. ὡς δ' ὀχεύοντος ἐπέβη, τότε μέν,
ὡς ἔοικε, συνετέλεσε, μικρῷ δ' ὕστερον δάκνων τὸν καμη-
λίτην ἀπέκτεινεν.
Τοὺς κόκκυγάς φασι τοὺς ἐν Ἑλίκῃ, ὅταν μέλλωσι τίκ-
τειν, μὴ ποιεῖν νεοττιάν, ἀλλ' ἐν ταῖς τῶν φαττῶν ἢ ταῖς
τῶν τρυγόνων ἐντίκτειν, καὶ μήτ' ἐπῳάζειν μήτ' ἐκκολάπτειν
μήτε τρέφειν αὐτούς· ἀλλ' ὅταν γεννηθῇ ὁ νεοττὸς καὶ ἐκ-
τραφῇ, μεθ' ὧν ἂν οὗτος συνῇ, τούτους ἐκ τῆς νεοττιᾶς ἐκβάλ-
λειν. γίνεται δ', ὡς ἔοικε, μέγας καὶ καλός, ὥστε ῥᾳδίως
κατακρατεῖν τῶν λοιπῶν. τούτῳ δὲ χαίρειν φασὶ καὶ τὰς
φάττας οὕτως ὥστε καὶ αὐτὰς συνεκβάλλειν ἐκείνῳ τοὺς
ἰδίους νεοττούς.
Αἱ ἐν Κρήτῃ αἶγες ὅταν τοξευθῶσι, ζητοῦσιν, ὡς ἔοικε,
τὸ δίκταμον τὸ ἐκεῖ φυόμενον. ὅταν γὰρ φάγωσιν, εὐθὺς
ἐκβάλλουσι τὰ τοξεύματα.
Φασί τινας ἐν Ἀχαΐᾳ τῶν ἐλάφων, ὅταν ἀποβάλωσι
τὰ κέρατα, εἰς τοιούτους τόπους ἔρχεσθαι ὥστε μὴ ῥᾳδίως
εὑρεθῆναι. τοῦτο δὲ ποιεῖν διὰ τὸ μὴ ἔχειν ᾧ ἀμυνοῦνται,
καὶ διὰ τὸ πονεῖν τοὺς τόπους ὅθεν τὰ κέρατα ἀπέβαλον.
πολλαῖς δὲ καὶ κισσὸν ἐπιπεφυκότα ἐν τῷ τῶν κεράτων
τόπῳ ὁρᾶσθαι.
Ἐν Ἀρμενίᾳ φάρμακόν τί φασι φύεσθαι ὃ καλεῖται
παρδάλειον. τούτῳ οὖν, ὅταν ὀφθῇ πάρδαλις, χρίσαντες τὸ
ἱερεῖον ἀφιᾶσιν. ἡ δὲ ὅταν ἅψηται αὐτοῦ, ζητεῖ, ὡς ἔοικε,
τὴν τοῦ ἀνθρώπου κόπρον. διὸ καὶ οἱ κυνηγοὶ εἰς ἀγγεῖον αὐτὴν
ἐμβαλόντες ἔκ τινος δένδρου κρεμῶσιν, ἵνα προσαλλομένη
καὶ ὑπέρκοπος γενομένη ὑπ' αὐτοῦ παραλυθῇ καὶ ὑποχεί-
ριος γένηται.