Σάββατο 13 Οκτωβρίου 2012

ΠΕΡΙ ΘΑΥΜΑΣΙΩΝ ΑΚΟΥΣΜΑΤΩΝ - ΑΡΙΣΤΟΤΕΛΗΣ

ΠΕΡΙ ΘΑΥΜΑΣΙΩΝ ΑΚΟΥΣΜΑΤΩΝ

Ἐν τῇ Παιονίᾳ φασὶν ἐν τῷ ὄρει τῷ Ἡσαίνῳ καλουμένῳ,
ὃ τὴν Παιονικὴν καὶ τὴν Μαιδικὴν ὁρίζει, εἶναί τι θηρίον
τὸ καλούμενον βόλινθον, ὑπὸ δὲ τῶν Παιόνων μόναιπον.
τοῦτον λέγουσι τὴν μὲν ὅλην φύσιν παραπλήσιον εἶναι βοΐ,
διαφέρειν δὲ τῷ μεγέθει καὶ τῇ εὐρωστίᾳ, προσέτι δὲ καὶ
τῇ χαίτῃ· ἔχει γὰρ ἀπὸ τοῦ αὐχένος, ὥσπερ ὁ ἵππος,
κατατείνουσαν βαθεῖαν σφόδρα, καὶ ἀπὸ τῆς κορυφῆς
ἕως τῶν ὀφθαλμῶν. τὰ δὲ κέρατα οὐχ ὥσπερ οἱ βόες,
ἀλλὰ κατεστραμμένα, καὶ τὸ ὀξὺ κάτω παρὰ τὰ ὦτα·
χωρεῖν δὲ αὐτὰ ἡμιχόου πλεῖον ἑκάτερον αὐτῶν, καὶ μέ-
λανα σφόδρα εἶναι, διαστίλβειν δὲ ὡσανεὶ λελεπισμένα.
ὅταν δὲ ἐκδαρῇ τὸ δέρμα, κατέχειν τόπον ὀκτακλίνου.
ἡνίκα δὲ πληγῇ, φεύγει, κἂν ἐξαδυνατοῦν μένει. ἔστι δὲ
ἡδύκρεων. ἀμύνεται δὲ λακτίζον καὶ προσαφοδεῦον ὡς

ἐπὶ τέτταρας ὀργυιάς· ῥᾳδίως δὲ χρῆται τούτῳ καὶ πολ-
λάκις τῷ εἴδει, καὶ ἐπικαίει δ' ὥστ' ἀποψήχεσθαι τὰς τρί-
χας τῶν κυνῶν. τεταραγμένου μὲν οὖν τοῦτο ποιεῖν φασὶ
τὸν ἄφοδον, ἀταράχου δὲ μὴ ἐπικαίειν. ὅταν δὲ τίκτωσι,
πλείους γενόμενοι καὶ συναχθέντες ἅμα πάντες οἱ μέγιστοι
τίκτουσι καὶ κύκλῳ προσαφοδεύουσι· πολὺ γάρ τι τούτου
τοῦ περιττώματος τὸ θηρίον προΐεται.

 Τοὺς ἐν Ἀραβίᾳ φασὶ καμήλους μὴ ἀναβαίνειν ἐπὶ
τὰς μητέρας, ἀλλὰ κἂν βιάσηταί τις, οὐ θέλουσι. καὶ γάρ
ποτε λέγεται, ἐπεὶ οὐκ ἦν ὀχεῖον, τὸν ἐπιμελητὴν καλύ-
ψαντα ἐφεῖναι τὸν πῶλον. ὡς δ' ὀχεύοντος ἐπέβη, τότε μέν,
ὡς ἔοικε, συνετέλεσε, μικρῷ δ' ὕστερον δάκνων τὸν καμη-
λίτην ἀπέκτεινεν.

 Τοὺς κόκκυγάς φασι τοὺς ἐν Ἑλίκῃ, ὅταν μέλλωσι τίκ-
τειν, μὴ ποιεῖν νεοττιάν, ἀλλ' ἐν ταῖς τῶν φαττῶν ἢ ταῖς
τῶν τρυγόνων ἐντίκτειν, καὶ μήτ' ἐπῳάζειν μήτ' ἐκκολάπτειν
μήτε τρέφειν αὐτούς· ἀλλ' ὅταν γεννηθῇ ὁ νεοττὸς καὶ ἐκ-
τραφῇ, μεθ' ὧν ἂν οὗτος συνῇ, τούτους ἐκ τῆς νεοττιᾶς ἐκβάλ-
λειν. γίνεται δ', ὡς ἔοικε, μέγας καὶ καλός, ὥστε ῥᾳδίως
κατακρατεῖν τῶν λοιπῶν. τούτῳ δὲ χαίρειν φασὶ καὶ τὰς
φάττας οὕτως ὥστε καὶ αὐτὰς συνεκβάλλειν ἐκείνῳ τοὺς
ἰδίους νεοττούς.

 Αἱ ἐν Κρήτῃ αἶγες ὅταν τοξευθῶσι, ζητοῦσιν, ὡς ἔοικε,
τὸ δίκταμον τὸ ἐκεῖ φυόμενον. ὅταν γὰρ φάγωσιν, εὐθὺς
ἐκβάλλουσι τὰ τοξεύματα.


 Φασί τινας ἐν Ἀχαΐᾳ τῶν ἐλάφων, ὅταν ἀποβάλωσι
τὰ κέρατα, εἰς τοιούτους τόπους ἔρχεσθαι ὥστε μὴ ῥᾳδίως
εὑρεθῆναι. τοῦτο δὲ ποιεῖν διὰ τὸ μὴ ἔχειν ᾧ ἀμυνοῦνται,
καὶ διὰ τὸ πονεῖν τοὺς τόπους ὅθεν τὰ κέρατα ἀπέβαλον.
πολλαῖς δὲ καὶ κισσὸν ἐπιπεφυκότα ἐν τῷ τῶν κεράτων
τόπῳ ὁρᾶσθαι.

 Ἐν Ἀρμενίᾳ φάρμακόν τί φασι φύεσθαι ὃ καλεῖται
παρδάλειον. τούτῳ οὖν, ὅταν ὀφθῇ πάρδαλις, χρίσαντες τὸ
ἱερεῖον ἀφιᾶσιν. ἡ δὲ ὅταν ἅψηται αὐτοῦ, ζητεῖ, ὡς ἔοικε,
τὴν τοῦ ἀνθρώπου κόπρον. διὸ καὶ οἱ κυνηγοὶ εἰς ἀγγεῖον αὐτὴν
ἐμβαλόντες ἔκ τινος δένδρου κρεμῶσιν, ἵνα προσαλλομένη
καὶ ὑπέρκοπος γενομένη ὑπ' αὐτοῦ παραλυθῇ καὶ ὑποχεί-
ριος γένηται.



 Ἐν Αἰγύπτῳ δὲ τοὺς τροχίλους φασὶν εἰσπετομένους
εἰς τὰ στόματα τῶν κροκοδείλων καθαίρειν αὐτῶν τοὺς ὀδόν-
τας, τὰ σαρκία τὰ ἐνεχόμενα τοῖς ῥύγχεσιν ἐξέλκοντας·
τοὺς δ' ἥδεσθαι καὶ μηδὲν βλάπτειν αὐτούς.

 Τοὺς ἐν Βυζαντίῳ φασὶν ἐχίνους αἰσθάνεσθαι ὅτε βόρεια
καὶ νότια πνεῖ πνεύματα, καὶ μεταβάλλειν εὐθὺς τὰς ὀπάς,
καὶ ὅταν μὲν ᾖ νότια, ἐκ τοῦ ἐδάφους τὰς ὀπὰς ποιεῖσθαι,
ὅταν δὲ βόρεια, ἐκ τῶν τοιχῶν.

 Αἱ ἐν Κεφαλληνίᾳ αἶγες οὐ πίνουσιν, ὡς ἔοικεν, ὥσπερ καὶ
τἆλλα τετράποδα, καθ' ἡμέραν δὲ πρὸς τὸ πέλαγος ἀντία τὰ
πρόσωπα ποιήσασαι χάσκουσιν εἰσδεχόμεναι τὰ πνεύματα.

 Φασὶν ἐν Συρίᾳ τῶν ἀγρίων ὄνων ἕνα ἀφηγεῖσθαι τῆς
ἀγέλης, ἐπειδὰν δέ τις νεώτερος ὢν τῶν πώλων ἐπί τινα
θήλειαν ἀναβῇ, τὸν ἀφηγούμενον θυμοῦσθαι, καὶ διώκειν ἕως
τούτου ἕως ἂν καταλάβῃ τὸν πῶλον, καὶ ὑποκύψας ἐπὶ τὰ
ὀπίσθια σκέλη τῷ στόματι ἀποσπάσῃ τὰ αἰδοῖα.



 Τὰς χελώνας λέγουσιν, ὅταν ἔχεως φάγωσιν, ἐπεσθίειν
τὴν ὀρίγανον, ἐὰν δὲ μὴ θᾶττον εὕρῃ, ἀποθνήσκειν. πολλοὺς δ'
ἀποπειράζοντας τῶν ἀγραυλούντων εἰ τοῦτ' ἀληθές ἐστιν, ὅταν
ἵδωσιν αὐτὴν τοῦτο πράττουσαν, ἐκτίλλειν τὴν ὀρίγανον· τοῦτο δὲ
ὅταν ποιήσωσι, μετὰ μικρὸν αὐτὴν ὁρᾶσθαι ἀποθνήσκουσαν.

  Τὸ τῆς ἰκτίδος λέγεται αἰδοῖον εἶναι οὐχ ὅμοιον τῇ
φύσει τῶν λοιπῶν ζῴων, ἀλλὰ στερεὸν διὰ παντὸς οἷον ὀστοῦν,
ὅπως ἄν ποτε διακειμένη τύχῃ. φασὶ δὲ στραγγουρίας αὐτὸ
φάρμακον εἶναι ἐν τοῖς ἀρίστοις, καὶ δίδοσθαι ἐπιξυόμενον.

 Τὸν δρυοκολάπτην φασὶ τὸ ὄρνεον ἐπὶ τῶν δένδρων
βαδίζειν ὥσπερ τοὺς ἀσκαλαβώτας, καὶ ὕπτιον καὶ ἐπὶ τὴν
γαστέρα. νέμεσθαι δὲ λέγεται καὶ τοὺς ἐκ τῶν δένδρων σκώ-
ληκας, καὶ οὕτω σφόδρα κατὰ βάθους ὀρύττειν τὰ δένδρα ζη-
τοῦντα τοὺς σκώληκας ὥστε καὶ καταβάλλειν αὐτά.

 Φασὶ τοὺς πελεκᾶνας τὰς ἐν τοῖς ποταμοῖς γινομένας
κόγχας ὀρύττοντας καταπίνειν, ἔπειτα ὅταν πλῆθος εἰσφρή-
σωσιν αὐτῶν, ἐξεμεῖν, εἶθ' οὕτως τὰ μὲν κρέα ἐσθίειν τῶν
κογχῶν, τῶν δ' ὀστράκων μὴ ἅπτεσθαι.

 Ἐν Κυλλήνῃ φασὶ τῆς Ἀρκαδίας τοὺς κοσσύφους λευ-
κοὺς γίνεσθαι, ἄλλοθι δ' οὐδαμῇ, καὶ φωνὰς ποικίλας
προΐεσθαι, ἐκπορεύεσθαί τε πρὸς τὴν σελήνην. τὴν δ' ἡμέ-
ραν εἴ τις ἐπιχειροίη, σφόδρα δυσθηράτους εἶναι.

 Λέγεται δ' ὑπό τινων μέλι τὸ καλούμενον ἄνθινον
περὶ Μῆλον καὶ Κνίδον γίνεσθαι εὐῶδες μὲν τῇ ὀσμῇ, ὀλι-
γοχρόνιον δέ, ἐν τούτῳ δὲ καὶ τὴν ἐριθάκην γίνεσθαι.

  περὶ Καππαδοκίαν ἔν τισι τόποις ἄνευ κηρίου φασὶν ἐργάζεσθαι
τὸ μέλι, γίνεσθαι δὲ τὸ πάχος ὅμοιον ἐλαίῳ.

 ἐν Τρα-πεζοῦντι τῇ ἐν τῷ Πόντῳ γίνεται τὸ ἀπὸ τῆς πύξου μέλι
βαρύοσμον· καί φασι τοῦτο τοὺς μὲν ὑγιαίνοντας ἐξιστά-
ναι, τοὺς δ' ἐπιλήπτους καὶ τελέως ἀπαλλάττειν.



  φασὶ  δὲ καὶ ἐν Λυδίᾳ ἀπὸ τῶν δένδρων τὸ μέλι συλλέγεσθαι
πολύ, καὶ ποιεῖν ἐξ αὐτοῦ τοὺς ἐνοικοῦντας ἄνευ κηροῦ τρο-
χίσκους, καὶ ἀποτέμνοντας χρῆσθαι διὰ τρίψεως σφοδροτέ-
ρας. γίνεται μὲν οὖν καὶ ἐν Θρᾴκῃ, οὐχ οὕτω δὲ στερεόν,
ἀλλ' ὡσανεὶ ἀμμῶδες. ἅπαν δὲ μέλι πηγνύμενον τὸν ἴσον
ἔχειν ὄγκον φασίν, οὐχ ὥσπερ τὸ ὕδωρ καὶ τἆλλα ὑγρά.

 ἡ Χαλκιδικὴ πόα καὶ τὰ ἀμύγδαλα χρησιμώτατα πρὸς
τὸ μέλι ποιεῖν· πλεῖστον γὰρ γόνον φασὶν ἐξ αὐτῶν γίνε-
σθαι.

 τὰς μελίττας λέγουσιν ὑπὸ μύρου καροῦσθαι καὶ οὐκ
ἀνέχεσθαι τὴν ὀσμήν· ἔνιοι δὲ λέγουσι μάλιστα τοὺς μεμυ-
ρισμένους τύπτειν.

 ἐν Ἰλλυριοῖς φασὶ τοὺς Ταυλαντίους  καλουμένους ἐκ τοῦ μέλιτος ποιεῖν οἶνον.
 ὅταν δὲ τὰ κηρία ἐκθλίψωσιν, ὕδωρ ἐπιχέοντες ἕψουσιν ἐν λέβητι ἕως ἂν
ἐκλίπῃ τὸ ἥμισυ, ἔπειτα εἰς κεράμια ἐκχέαντες καὶ ἡμί-
σεα ποιήσαντες τιθέασιν εἰς σανίδας· ἐν ταύταις δέ φασι
ζεῖν πολὺν χρόνον, καὶ γίνεσθαι οἰνῶδες καὶ ἄλλως ἡδὺ
καὶ εὔτονον. ἤδη δέ τισι καὶ τῶν ἐν Ἑλλάδι συμβεβηκέ-
ναι λέγουσι τοῦτο, ὥστε μηδὲν διαφέρειν οἴνου παλαιοῦ· καὶ
ζητοῦντας ὕστερον τὴν κρᾶσιν μὴ δύνασθαι εὑρεῖν.



 Περὶ Θετταλίαν μνημονεύουσιν ὄφεις ζῳογονηθῆναι το-
σούτους ὥστε, εἰ μὴ ὑπὸ τῶν πελαργῶν ἀνῃροῦντο, ἐκχωρῆσαι
ἂν αὐτούς. διὸ δὴ καὶ τιμῶσι τοὺς πελαργούς, καὶ κτείνειν οὐ
νόμος· καὶ ἐάν τις κτείνῃ, ἔνοχος τοῖς αὐτοῖς γίνεται οἷσπερ
καὶ ὁ ἀνδροφόνος.

 ὡσαύτως καὶ ἐν Λακεδαίμονι κατά τινας
χρόνους μνημονεύεται γενέσθαι τοσοῦτον πλῆθος ὄφεων ὥστε
διὰ σπανοσιτίαν καὶ τροφῇ τοὺς Λάκωνας χρῆσθαι αὐτοῖς·
ὅθεν καὶ τὴν Πυθίαν φασὶ προσαγορεῦσαι αὐτοὺς ὀφιοδείρους.

 Ἐν Κύπρῳ τῇ νήσῳ λέγεται τοὺς μῦς τὸν σίδηρον
ἐσθίειν.

 φασὶ δὲ καὶ τοὺς Χάλυβας ἔν τινι ὑπερκειμένῳ
αὐτοῖς νησιδίῳ τὸ χρυσίον συμφορεῖσθαι παρὰ πλειόνων.
διὸ δὴ καὶ τοὺς ἐν τοῖς μετάλλοις ἀνασχίζουσιν, ὡς ἔοικεν.

 Λέγεται δὲ ἐκ Σούσων εἰς Μηδίαν ἰοῦσιν ἐν τῷ δευτέρῳ
σταθμῷ σκορπίων ἄπλετόν τι πλῆθος γίνεσθαι. διὸ καὶ ὁ βα-
σιλεὺς ὁ Περσῶν, ὅτε διοδεύοι, τρεῖς ἡμέρας ἔμενε, πᾶσι
τοῖς αὑτοῦ συντάσσων ἐκθηρεύειν· τῷ δὲ πλείστους θηρεύσαντι
ἆθλον ἐδίδου.

 Ἐν Κυρήνῃ δέ φασιν οὐχ ἓν εἶναι μυῶν γένος, ἀλλὰ
πλείω καὶ διάφορα καὶ ταῖς μορφαῖς καὶ ταῖς χρόαις·
ἐνίους γὰρ πλατυπροσώπους, ὥσπερ αἱ γαλαῖ, γίνεσθαι,
τινὰς δὲ ἐχινώδεις, οὓς καλοῦσιν ἐχῖνας.

 Περὶ Κιλικίαν δέ φασιν εἶναι ὕδατος συστρεμμάτιον,
εἰς ὃ τὰ πεπνιγμένα τῶν ὀρνέων καὶ τῶν λοιπῶν ζῴων ὅταν
ἀποβαφῇ, πάλιν ἀναβιοῖ.

 Ἐν δὲ Σκύθαις τοῖς καλουμένοις Γελωνοῖς φασὶ θη-
ρίον τι γίνεσθαι, σπάνιον μὲν ὑπερβολῇ, ὃ ὀνομάζεται τά-
ρανδος· λέγεται δὲ τοῦτο μεταβάλλειν τὰς χρόας τῆς τρι-
χὸς καθ' ὃν ἂν καὶ τόπον ᾖ. διὰ δὲ τοῦτο εἶναι δυσθήρα-
τον [καὶ διὰ τὴν μεταβολήν]· καὶ γὰρ δένδρεσι καὶ τό-
ποις, καὶ ὅλως ἐν οἷς ἂν ᾖ, τοιοῦτον τῇ χροίᾳ γίνεσθαι.
θαυμασιώτατον δὲ τὸ τὴν τρίχα μεταβάλλειν· τὰ γὰρ
λοιπὰ τὸν χρῶτα, οἷον ὅ τε χαμαιλέων καὶ ὁ πολύπους.
τὸ δὲ μέγεθος ὡσανεὶ βοῦς. τοῦ δὲ προσώπου τὸν τύπον
ὅμοιον ἔχει ἐλάφῳ.



 Λέγεται δέ τινα ἐν Ἀβύδῳ παρακόψαντα τῇ διανοίᾳ
καὶ εἰς τὸ θέατρον ἐρχόμενον ἐπὶ πολλὰς ἡμέρας θεωρεῖν,
ὡς ὑποκρινομένων τινῶν, καὶ ἐπισημαίνεσθαι· καὶ ὡς κα-
τέστη τῆς παρακοπῆς, ἔφησεν ἐκεῖνον αὑτῷ τὸν χρόνον ἥδιστα
βεβιῶσθαι.

 καὶ ἐν Τάραντι δέ φασιν οἰνοπώλην τινὰ τὴν
μὲν νύκτα μαίνεσθαι, τὴν δ' ἡμέραν οἰνοπωλεῖν. καὶ γὰρ
τὸ κλειδίον τοῦ οἰκήματος πρὸς τῷ ζωνίῳ διεφύλαττε,
πολλῶν δ' ἐπιχειρούντων παρελέσθαι καὶ λαβεῖν οὐδέποτε
ἀπώλεσεν.

 Ἐν Τήνῳ τῇ νήσῳ φασὶν εἶναι φιάλιον σύγκραμα
ἔχον, ἐξ οὗ πῦρ ἀνάπτουσι πάνυ ῥᾳδίως. καὶ ἐν Βιθυ-
νίᾳ δὲ τῆς Θρᾴκης ἐν τοῖς μετάλλοις γίνεται ὁ καλούμενος
σπίνος, ἐξ οὗ φασὶ πῦρ ἀνάπτεσθαι.

 ἐν δὲ Λιπάρᾳ τῇ  νήσῳ λέγουσιν εἶναί τινα εἰσπνοήν, εἰς ἣν ἐὰν κρύψωσι
χύτραν, ἐμβαλόντες ὃ ἂν ἐθέλωσιν ἕψουσιν.

 ἔστι δὲ καὶ ἐν Μηδίᾳ καὶ ἐν Ψιττακηνῇ τῆς Περσίδος πυρὰ καιόμενα,
τὸ μὲν ἐν Μηδίᾳ ὀλίγον, τὸ δ' ἐν Ψιττακηνῇ πολὺ καὶ
καθαρὸν τῇ φλογί· διὸ καὶ μαγειρεῖα πρὸς αὐτῷ κατε-
σκεύασεν ὁ Περσῶν βασιλεύς. ἄμφω δ' ἐν ὁμαλοῖς τόποις
καὶ οὐκ ἐν ὑψηλοῖς.

  ταῦτα δὲ καὶ νύκτωρ καὶ μεθ' ἡμέραν
φανερά, τὰ δὲ περὶ Παμφυλίαν νύκτωρ μόνον. φασὶ δὲ
καὶ περὶ Ἀτιτανίαν, πρὸς τοῖς ὁρίοις τῆς Ἀπολλωνιάτιδος,
εἶναί τινα πέτραν ἐξ ἧς τὸ μὲν ἀνιὸν πῦρ οὐ φανερόν ἐστιν,
ἐπειδὰν δὲ ἔλαιον ἐπιχυθῇ ἐπ' αὐτήν, ἐκφλογοῦται.

 λέγεται δὲ καὶ τὰ ἔξω στηλῶν Ἡρακλείων καίεσθαι, τὰ μὲν
διὰ παντός, τὰ δὲ νύκτωρ μόνον, ὡς ὁ Ἄννωνος περί-
πλους ἱστορεῖ. καὶ τὸ ἐν Λιπάρᾳ δὲ φανερὸν καὶ φλο-
γῶδες, οὐ μὴν ἡμέρας, ἀλλὰ νύκτωρ μόνον. εἶναι δὲ
καὶ ἐν Πιθηκούσαις φασὶ πυρῶδες μὲν καὶ θερμὸν ἐκτό-
πως, οὐ μὴν καιόμενον.

 τὸ δ' ἐν τῇ Λιπάρᾳ ποτὲ καὶ ἐκλιπεῖν φησὶ Ξενοφάνης ἐπ' ἔτη ἑκκαίδεκα, τῷ δὲ ἑβδό-
μῳ ἐπανελθεῖν. τὸν δ' ἐν τῇ Αἴτνῃ ῥύακα οὔτε φλο-
γώδη φασὶν οὔτε συνεχῆ, ἀλλὰ διὰ πολλῶν ἐτῶν γί-
νεσθαι.



 λέγεται δὲ καὶ περὶ Λυδίαν ἀναζέσαι πῦρ
πάμπληθες, καὶ καίεσθαι ἐφ' ἡμέρας ἑπτά.

 θαυμαστὸν δὲ τὸ ἐν Σικελίᾳ περὶ τὸν ῥύακα γινόμενον· τὸ γὰρ πλά-
τος ἐστὶ τὸ τῆς τοῦ πυρὸς ἀναζέσεως τεσσαράκοντα σταδίων,
τὸ δὲ ὕψος δι' οὗ φέρεται, τριῶν.

 φασὶ δὲ τὸν ἐν τῇ Θρᾴκῃ λίθον τὸν καλούμενον σπίνον διακοπέντα καίεσθαι,
καὶ συντεθέντα πρὸς ἑαυτόν, ὥσπερ τὴν σμαρίλην, οὕτως
κἀκεῖνον εἰς ἑαυτὸν τεθέντα καὶ ἐπιρραινόμενον ὕδατι καί-
εσθαι. τὸ δ' αὐτὸ ποιεῖν καὶ τὸν μαριέα.

 Περὶ Φιλίππους τῆς Μακεδονίας εἶναι λέγουσι μέταλλα,
ἐξ ὧν τὰ ἐκβαλλόμενα ἀποσύρματα αὐξάνεσθαί φασι καὶ
φύειν χρυσίον, καὶ τοῦτ' εἶναι φανερόν.

 φασὶ δὲ καὶ ἐν Κύπρῳ περὶ τὸν  καλούμενον Τυρρίαν χαλκὸν ὅμοιον γίγνε-
σθαι. κατακόψαντες γάρ, ὡς ἔοικεν, εἰς μικρὰ σπείρουσιν
αὐτόν· εἶθ' ὑδάτων ἐπιγενομένων αὐξάνεται καὶ ἐξανίησι
καὶ οὕτως συνάγεται.

 φασὶ δὲ καὶ ἐν Μήλῳ τῇ νήσῳ ἐν
τοῖς ἐξορυσσομένοις τόποις τῆς γῆς πάλιν ἀναπληρώματα
γίγνεσθαι.

 Περὶ Παιονίαν λέγουσιν, ὅταν συνεχεῖς ὄμβροι γέ-
νωνται, εὑρίσκεσθαι περιτηκομένης τῆς γῆς χρυσὸν τὸν κα-
λούμενον ἄπυρον. λέγουσι δ' ἐν τῇ Παιονίᾳ οὕτω χρυσί-
ζειν τὴν γῆν ὥστε πολλοὺς εὑρηκέναι καὶ ὑπὲρ μνᾶν χρυ-
σίου ὁλκήν. τῷ δὲ βασιλεῖ τινά φασιν εὑρόντα ἀνενεγκεῖν
δύο βώλους, τὸν μὲν τρεῖς μνᾶς ἄγοντα, τὸν δὲ πέντε· οὕς
φασιν ἐπὶ τῆς τραπέζης αὐτῷ παρακεῖσθαι, καὶ ἐπ' ἐκεί-
νων πρῶτον, εἴ τι ἐσθίει, ἀπάρχεσθαι. φασὶ δὲ καὶ ἐν
Βάκτροις τὸν Ὦξον ποταμὸν καταφέρειν βωλία χρυσίου
πλήθει πολλά, καὶ ἐν Ἰβηρίᾳ δὲ τὸν καλούμενον Θεόδω-
ρον ποταμὸν ἐκβράσσειν τε πολὺ περὶ τὰ χείλη χρυσίον,
ὁμοίως δὲ καὶ καταφέρειν.


Λέγουσι δὲ καὶ ἐν Πιερίᾳ τῆς Μακεδονίας ἄσημόν
τι χρυσίον κατορωρυγμένον ὑπὸ τῶν ἀρχαίων βασιλέων,
χασμάτων τεττάρων ὄντων, ἐξ ἑνὸς αὐτῶν ἀναφῦναι
χρυσίον τὸ μέγεθος σπιθαμιαῖον. λέγεται δὲ ἰδιαιτά-
την εἶναι γένεσιν σιδήρου τοῦ Χαλυβικοῦ καὶ τοῦ Ἀμι-
σηνοῦ. συμφύεται γάρ, ὥς γε λέγουσιν, ἐκ τῆς ἄμ-
μου τῆς καταφερομένης ἐκ τῶν ποταμῶν. ταύτην δ' οἱ
μὲν ἁπλῶς φασὶ πλύναντας καμινεύειν, οἱ δὲ τὴν ὑπό-
στασιν τὴν γενομένην ἐκ τῆς πλύσεως πολλάκις πλυ-

θεῖσαν συγκαίειν, παρεμβάλλειν δὲ τὸν πυρίμαχον κα-
λούμενον λίθον· εἶναι δ' ἐν τῇ χώρᾳ πολύν. οὗτος δ' ὁ σί-
δηρος πολὺ τῶν ἄλλων γίνεται καλλίων. εἰ δὲ μὴ ἐν
μιᾷ καμίνῳ ἐκαίετο, οὐδὲν ἄν, ὡς ἔοικε, διέφερε τἀργυρίου.
μόνον δέ φασιν αὐτὸν ἀνίωτον εἶναι, οὐ πολὺν δὲ γίνεσθαι.
Φασὶ δὲ καὶ ἐν Ἰνδοῖς τὸν χαλκὸν οὕτως εἶναι λαμ-
πρὸν καὶ καθαρὸν καὶ ἀνίωτον, ὥστε μὴ διαγινώσκεσθαι τῇ
χρόᾳ πρὸς τὸν χρυσόν, ἀλλ' ἐν τοῖς Δαρείου ποτηρίοις
βατιακὰς εἶναί τινας καὶ πλείους, ἃς εἰ μὴ τῇ ὀσμῇ, ἄλ-
λως οὐκ ἦν διαγνῶναι πότερόν εἰσι χαλκαῖ ἢ χρυσαῖ.
Τὸν κασσίτερον τὸν Κελτικὸν τήκεσθαί φασι πολὺ
τάχιον μολύβδου. σημεῖον δὲ τῆς εὐτηξίας, ὅτι τήκεσθαι
δοκεῖ καὶ ἐν τῷ ὕδατι· χρώζει γοῦν, ὡς ἔοικε, ταχύ.
τήκεται δὲ καὶ ἐν τοῖς ψύχεσιν, ὅταν γένηται πάγη, ἐγ-
κατακλειομένου ἐντός, ὡς φασί, καὶ συνωθουμένου τοῦ
θερμοῦ τοῦ ἐνυπάρχοντος αὐτῷ διὰ τὴν ἀσθένειαν.
Ἐν τῷ Πανθείῳ ἐστὶν ἐλαία, καλεῖται δὲ καλλιστέφα-
νος· ταύτης πάντα τὰ φύλλα ταῖς λοιπαῖς ἐλαίαις ἐναντία
πέφυκεν· ἔξω γὰρ ἀλλ' οὐκ ἐντὸς ἔχει τὰ χλωρά. ἀφίησί
τε τοὺς πτόρθους ὥσπερ ἡ μύρτος εἰς τοὺς στεφάνους συμ-
μέτρως. ἀπὸ ταύτης φυτὸν λαβὼν ὁ Ἡρακλῆς ἐφύτευσεν

Ὀλυμπίασιν, ἀφ' ἧς οἱ στέφανοι τοῖς ἀθληταῖς δίδονται.
ἔστι δὲ αὕτη παρὰ τὸν Ἰλισσὸν ποταμόν, σταδίους ἑξήκον-
τα τοῦ ποταμοῦ ἀπέχουσα· περιῳκοδόμηται δέ, καὶ ζη-
μία μεγάλη τῷ θιγόντι αὐτῆς ἐστίν. ἀπὸ ταύτης δὲ τὸ
φυτὸν λαβόντες ἐφύτευσαν Ἠλεῖοι ἐν Ὀλυμπίᾳ, καὶ τοὺς
στεφάνους ἀπ' αὐτῆς ἔδωκαν.
Ἐν τοῖς περὶ Λυδίαν μετάλλοις τοῖς περὶ Πέργαμον,
ἃ δὴ καὶ Κροῖσος εἰργάσατο, πολέμου τινὸς γενομένου
κατέφυγον οἱ ἐργαζόμενοι ἐπ' αὐτά, τοῦ δὲ στομίου ἐποικο-
δομηθέντος ἀπεπνίγησαν· καὶ ὕστερον χρόνῳ πολλῷ τῶν
μετάλλων ἀνακαθαρθέντων εὑρέθη οἷς ἐχρῶντο ἀγγείοις
πρὸς τὰς ὑπὸ χεῖρα χρείας ἀπολελιθωμένα, οἷον ἀμφορεῖς
καὶ τὰ τοιουτότροπα. ταῦτα δὴ πεπληρωμένα οὗ τινὸς ἔτυ-
χον ὑγροῦ ἐλελίθωτο, καὶ προσέτι τὰ ὀστᾶ τῶν ἀνθρώπων.
Ἐν τῇ Ἀσκανίᾳ λίμνῃ οὕτω νιτρῶδές ἐστι τὸ ὕδωρ ὥστε
τὰ ἱμάτια οὐδενὸς ἑτέρου ῥύμματος προσδεῖσθαι· κἂν
πλείω χρόνον ἐν τῷ ὕδατι ἐάσῃ τις, διαπίπτει. περὶ τὴν
Ἀσκανίαν λίμνην Πυθόπολίς ἐστι κώμη ἀπέχουσα Κίου ὡς
σταδίους ἑκατὸν εἴκοσι, ἐν ᾗ τοῦ χειμῶνος ἀναξηραίνεται
πάντα τὰ φρέατα ὥστε μὴ ἐνδέχεσθαι βάψαι τὸ ἀγ-

γεῖον, τοῦ δὲ θέρους πληροῦται ἕως τοῦ στόματος.
Ὁ πορθμὸς ὁ μεταξὺ Σικελίας καὶ Ἰταλίας αὔξεται
καὶ φθίνει ἅμα τῷ σεληνίῳ. καὶ διότι ἐπὶ τῆς ὁδοῦ τῆς
εἰς Συρακούσας κρήνη ἐστὶν ἐν λειμῶνι οὔτε μεγάλη οὔτε ὕδωρ
ἔχουσα πολύ· συναπαντήσαντος δὲ εἰς τὸν τόπον ὄχλου
πολλοῦ παρέσχεν ὕδωρ ἄφθονον. ἔστι δὲ καὶ κρήνη τις
ἐν Παλικοῖς τῆς Σικελίας, ὡς δεκάκλινος· αὕτη δ' ἀναρ-
ρίπτει ὕδωρ εἰς ὕψος ἓξ πήχεις, ὥστε ὑπὸ τῶν ἰδόντων νο-
μίζεσθαι κατακλυσθήσεσθαι τὸ πεδίον· καὶ πάλιν εἰς ταὐ-
τὸ καθίσταται. ἔστι δὲ καὶ ὅρκος, ὃς ἅγιος αὐτόθι δοκεῖ
εἶναι· ὅσα γὰρ ὄμνυσί τις, γράψας εἰς πινακίδιον ἐμβάλ-
λει εἰς τὸ ὕδωρ. ἐὰν μὲν οὖν εὐορκῇ, ἐπιπολάζει τὸ πινα-
κίδιον· ἐὰν δὲ μὴ εὐορκῇ, τὸ μὲν πινακίδιον βαρὺ γενό-
μενον ἀφανίζεσθαί φασι, τὸν δ' ἄνθρωπον πίμπρασθαι.
διὸ δὴ λαμβάνειν τὸν ἱερέα παρ' αὐτοῦ ἐγγύας ὑπὲρ τοῦ
καθαίρειν τινὰ τὸ ἱερόν.
Δημόνησος ἡ Καρχηδονίων νῆσος ἀπὸ Δημονήσου τοῦ
πρώτου ἐργασαμένου τὴν ἐπωνυμίαν εἴληφεν· ἔχει δ' ὁ
τόπος κυανοῦ τὸ μέταλλον καὶ χρυσοκόλλης. ταύτης δ' ἡ
καλλίστη πρὸς χρυσίον εὑρίσκει τιμήν· καὶ γὰρ φάρμακον
ὀφθαλμῶν ἐστίν. ἔστι δὲ αὐτόθι χαλκὸς κολυμβητὴς ἐν



δυοῖν ὀργυιαῖς τῆς θαλάσσης· ὅθεν ὁ ἐν Σικυῶνί ἐστιν ἀν-
δριὰς ἐν τῷ ἀρχαίῳ νεῷ τοῦ Ἀπόλλωνος καὶ ἐν Φενεῷ οἱ
ὀρείχαλκοι καλούμενοι. ἐπιγέγραπται δ' αὐτοῖς “Ἡρακλῆς
Ἀμφιτρύωνος Ἦλιν ἑλὼν ἀνέθηκεν.” αἱρεῖ δὲ τὴν Ἦλιν
ἡγουμένης κατὰ χρησμὸν γυναικός, ἧς τὸν πατέρα Αὐγείαν
ἀπέκτεινεν. οἱ δὲ τὸν χαλκὸν ὀρύττοντες ὀξυδερκέστατοι
γίνονται, καὶ οἱ βλεφαρίδας μὴ ἔχοντες φύουσι· παρὸ καὶ
οἱ ἰατροὶ τῷ ἄνθει τοῦ χαλκοῦ καὶ τῇ τέφρᾳ τῇ Φρυγίᾳ χρῶνται
πρὸς τοὺς ὀφθαλμούς. ἔστι δὲ αὐτόθι σπήλαιον ὃ καλεῖται
γλαφυρόν· ἐν δὲ τούτῳ κίονες πεπήγασιν ἀπό τινων σταλα-
γμῶν. ἀποδηλοῖ δὲ τοῦτο ἐν τῇ συναγωγῇ τῇ πρὸς τὸ ἔδα-
φος· ἔστι γὰρ ταύτῃ στενώτατον.
Ἐκ τοῦ ζεύγους δὲ τῶν ἀετῶν θάτερον τῶν ἐγγόνων
ἁλιαίετος γίνεται παραλλάξ, ἕως ἂν σύζυγα γένηται. ἐκ
δὲ ἁλιαιέτων φήνη γίνεται, ἐκ δὲ τούτων περκνοὶ καὶ γῦ-
πες· οὗτοι δ' οὐκέτι διορίζουσι περὶ τοὺς γῦπας, ἀλλὰ γεν-
νῶσι τοὺς μεγάλους γῦπας· οὗτοι δ' εἰσὶν ἄγονοι. σημεῖον
δὲ τοῦτο, διότι νεοττιὰν οὐδεὶς ἑώρακε γυπὸς μεγάλου.
Θαυμαστὸν δέ τί φασιν ἐν Ἰνδοῖς περὶ τὸν ἐκεῖ μό-
λυβδον συμβαίνειν· ὅταν γὰρ τακεὶς εἰς ὕδωρ καταχυθῇ
ψυχρόν, ἐκπηδᾶν ἐκ τοῦ ὕδατος.

Φασὶ τὸν Μοσσύνοικον χαλκὸν λαμπρότατον καὶ λευ-
κότατον εἶναι, οὐ παραμιγνυμένου αὐτῷ κασσιτέρου, ἀλλὰ
γῆς τινὸς αὐτοῦ γινομένης καὶ συνεψομένης αὐτῷ. λέγουσι
δὲ τὸν εὑρόντα τὴν κρᾶσιν μηδένα διδάξαι· διὸ τὰ προγε-
γονότα ἐν τοῖς τόποις χαλκώματα διάφορα, τὰ δ' ἐπιγι-
γνόμενα οὐκέτι.
Ἐν τῷ Πόντῳ λέγουσι τοῦ χειμῶνος τῶν ὀρνέων τινὰ
εὑρίσκεσθαι φωλεύοντα, οὔτε ἀφοδεύοντα, οὔτε δὲ ὅταν
τὰ πτερὰ αὐτῶν τίλλωσιν, αἰσθάνεσθαι, οὔτε ὅταν ἐπὶ τὸν
ὀβελίσκον ἀναπαρῇ, ἀλλ' ὅταν ὑπὸ τοῦ πυρὸς διακαυθῇ.
πολλοὺς δὲ καὶ τῶν ἰχθύων λέγουσι περικοπέντας καὶ πε-
ριτμηθέντας μὴ αἰσθάνεσθαι, ἀλλ' ὅταν ὑπὸ τοῦ πυρὸς δια-
θερμανθῶσιν.
Ἡ μέλιττα δοκεῖ τὰς τροπὰς σημαίνειν τῷ ἐπὶ τὰ
ἔργα βαδίζειν, ᾧ καὶ οἱ μελιττοπόλοι σημείῳ χρῶνται·
ἠρεμία γὰρ αὐτῶν γίνεται. δοκοῦσι δὲ καὶ οἱ τέττιγες
ᾄδειν μετὰ τροπάς.
Φασὶ δὲ καὶ τὸν ἐχῖνον ἄσιτον διαμένειν ἄχρι ἐνιαυτοῦ.
Τὸν δὲ γαλεώτην, ὅταν ἐκδύσηται τὸ δέρμα, καθά-
περ οἱ ὄφεις, ἐπιστραφέντα καταπίνειν· τηρεῖσθαι γὰρ ὑπὸ
τῶν ἰατρῶν διὰ τὸ χρήσιμον εἶναι τοῖς ἐπιληπτικοῖς.

Λέγουσι δὲ καὶ τὸ τῆς ἄρκτου στέαρ, ὅταν διαπεπηγὸς
ᾖ διὰ τὸν χειμῶνα, καθ' ὃν ἂν χρόνον ἐκείνη φωλεύῃ,
αὐξάνεσθαι καὶ ὑπεραίρειν τὰ ἀγγεῖα ἐν οἷς ἂν ᾖ.
Ἐν Κυρήνῃ φασὶ τοὺς ὄντας βατράχους ἀφώνους τὸ
παράπαν εἶναι. καὶ ἐν Μακεδονίᾳ ἐν τῇ τῶν Ἠμαθιωτῶν
χώρᾳ τοὺς σῦς εἶναι μώνυχας.
Ἐν Καππαδοκίᾳ φασὶν ἡμιόνους εἶναι γονίμους καὶ
ἐν Κρήτῃ αἰγείρους καρποφόρους.
Φασὶ δὲ καὶ ἐν Σερίφῳ τοὺς βατράχους οὐκ ᾄδειν·
ἐὰν δὲ εἰς ἄλλον τόπον μετενεχθῶσιν, ᾄδουσιν.
Ἐν Ἰνδοῖς ἐν τῷ Κέρατι καλουμένῳ ἰχθύδιά φασι
γίνεσθαι ἃ ἐν τῷ ξηρῷ πλανᾶται καὶ πάλιν ἀποτρέχει
εἰς τὸν ποταμόν. φασὶ δὲ καὶ περὶ Βαβυλῶνά τινες ἰχ-
θύας τινὰς μένειν ἐν ταῖς τρώγλαις ταῖς ἐχούσαις ὑγρότητα
ξηραινομένου τοῦ ποταμοῦ· τούτους ἐξιόντας ἐπὶ τὰς ἅλως νέμε-
σθαι, καὶ βαδίζειν ἐπὶ τῶν πτερύγων, καὶ ἀνακινεῖν τὴν οὐράν·
καὶ ὅταν διώκωνται, φεύγειν καὶ εἰσδύντας ἀντιπροσώπως
ἵστασθαι· πολλάκις γὰρ προσιέναι τινὰς καὶ ἐρεθίζειν. ἔχουσι
δὲ τὴν κεφαλὴν ὁμοίαν βατράχῳ θαλαττίῳ, τὸ δὲ ἄλλο
σῶμα κωβιῷ, βραγχία δὲ ὥσπερ καὶ οἱ ἄλλοι ἰχθύες.
Ἐν Ἡρακλείᾳ δὲ τῇ ἐν τῷ Πόντῳ καὶ ἐν Ῥηγίῳ

γίνεσθαί φασιν ὀρυκτοὺς ἰχθῦς, τούτους δὲ μάλιστα κατὰ τὰ
ποτάμια καὶ τὰ ἔνυδρα χωρία. συμβαίνειν δέ ποτε ἀνα-
ξηραινομένων τῶν χωρίων κατά τινας χρόνους συστέλλεσθαι
κατὰ γῆς, εἶτα μᾶλλον ἀναξηραινομένης διώκοντας τὴν ὑγρό-
τητα διίεσθαι εἰς τὴν ὕλην, εἶτα ξηραινομένης διαμένειν ἐν
τῇ ἰκμάδι, ὥσπερ τὰ ἐν ταῖς φωλεαῖς διαρκοῦντα. ὅταν
δὲ ἀνασκάπτωνται πρὶν ἢ τὰ ὕδατα ἐπιγενέσθαι, τότε
κινεῖσθαι. φασὶ δὲ καὶ περὶ Παφλαγονίαν τοὺς ὀρυκτοὺς
γίνεσθαι ἰχθῦς κατὰ βάθους, τούτους δὲ τῇ ἀρετῇ ἀγαθούς,
οὔτε ὑδάτων φανερῶν πλησίον ὄντων οὔτε ποταμῶν ἐπιρ-
ρεόντων, ἀλλ' αὐτῆς ζῳογονούσης τῆς γῆς.
Τὰς ἐν Ἠπείρῳ ἐλάφους κατορύττειν φασὶ τὸ δεξιὸν
κέρας, ὅταν ἀποβάλωσι, καὶ εἶναι πρὸς πολλὰ χρήσιμον.
καὶ τὴν λύγκα δέ φασι τὸ οὖρον κατακαλύπτειν διὰ τὸ
πρὸς ἄλλα τε χρήσιμον εἶναι καὶ τὰς σφραγῖδας. φασὶ
δὲ καὶ τὴν φώκην ἐξεμεῖν τὴν πυτίαν, ὅταν ἁλίσκηται·
εἶναι δὲ φαρμακῶδες καὶ τοῖς ἐπιλήπτοις χρήσιμον.
Λέγεται δὲ περὶ τὴν Ἰταλίαν ἐν τῷ Κιρκαίῳ ὄρει
φάρμακόν τι φύεσθαι θανάσιμον, ὃ τοιαύτην ἔχει τὴν
δύναμιν ὥστε, ἂν προσρανθῇ τινί, παραχρῆμα πίπτειν ποιεῖ,
καὶ τὰς τρίχας τὰς ἐν τῷ σώματι ἀπομαδᾶν, καὶ τὸ

σύνολον τοῦ σώματος διαρρεῖν τὰ μέλη, ὥστε τὴν ἐπιφά-
νειαν τοῦ σώματος εἶναι τῶν ἀπολλυμένων ἐλεεινήν. τοῦτο
δέ φασι μέλλοντας διδόναι Κλεωνύμῳ τῷ Σπαρτιάτῃ
Αὖλον τὸν Πευκέστιον καὶ Γάϊον φωραθῆναι, καὶ ἐξετα-
σθέντας ὑπὸ Ταραντίνων θανατωθῆναι.
Ἐν τῇ Διομηδείᾳ νήσῳ, ἣ κεῖται ἐν τῷ Ἀδρίᾳ, φασὶν
ἱερόν τι εἶναι τοῦ Διομήδους θαυμαστόν τε καὶ ἅγιον, περὶ δὲ
τὸ ἱερὸν κύκλῳ περικαθῆσθαι ὄρνιθας μεγάλους τοῖς μεγέθεσι,
καὶ ῥύγχη ἔχοντας μεγάλα καὶ σκληρά. τούτους λέγουσιν, ἐὰν
μὲν Ἕλληνες ἀποβαίνωσιν εἰς τὸν τόπον, ἡσυχίαν ἔχειν, ἐὰν
δὲ τῶν βαρβάρων τινὲς τῶν περιοίκων, ἀνίπτασθαι καὶ αἰω-
ρουμένους καταράσσειν αὑτοὺς εἰς τὰς κεφαλὰς αὐτῶν, καὶ
τοῖς ῥύγχεσι τιτρώσκοντας ἀποκτείνειν. μυθεύεται δὲ τούτους
γενέσθαι ἐκ τῶν ἑταίρων τῶν τοῦ Διομήδους, ναυαγησάν-
των μὲν αὐτῶν περὶ τὴν νῆσον, τοῦ δὲ Διομήδους δολοφο-
νηθέντος ὑπὸ τοῦ Αἰνέου τοῦ τότε βασιλέως τῶν τόπων
ἐκείνων γενομένου.
Παρὰ τοῖς Ὀμβρικοῖς φασὶ τὰ βοσκήματα τίκτειν
τρὶς τοῦ ἐνιαυτοῦ, καὶ τοὺς καρποὺς αὐτοῖς τὴν γῆν πολλα-
πλασίους ἀνίεσθαι τῶν καταβαλλομένων· εἶναι δὲ καὶ τὰς
γυναῖκας πολυγόνους καὶ σπανίως ἓν τίκτειν, τὰς δὲ

πλείστας δύο καὶ τρία.
Ἐν ταῖς Ἠλεκτρίσι νήσοις, αἳ κεῖνται ἐν τῷ μυχῷ
τοῦ Ἀδρίου, φασὶν εἶναι δύο ἀνδριάντας ἀνακειμένους, τὸν
μὲν κασσιτέρινον τὸν δὲ χαλκοῦν, εἰργασμένους τὸν ἀρ-
χαῖον τρόπον. λέγεται δὲ τούτους Δαιδάλου εἶναι ἔργα,
ὑπόμνημα τῶν πάλαι, ὅτε Μίνω φεύγων ἐκ Σικελίας καὶ
Κρήτης εἰς τούτους τοὺς τόπους παρέβαλε. ταύτας δὲ τὰς
νήσους φασὶ προκεχωκέναι τὸν Ἠριδανὸν ποταμόν. ἔστι δὲ
καὶ λίμνη, ὡς ἔοικε, πλησίον τοῦ ποταμοῦ, ὕδωρ ἔχουσα
θερμόν· ὀσμὴ δ' ἀπ' αὐτῆς βαρεῖα καὶ χαλεπὴ ἀποπνεῖ,
καὶ οὔτε ζῷον οὐδὲν πίνει ἐξ αὐτῆς οὔτε ὄρνεον ὑπερίπταται,
ἀλλὰ πίπτει καὶ ἀποθνήσκει. ἔχει δὲ τὸν μὲν κύκλον
σταδίων διακοσίων, τὸ δὲ εὖρος ὡς δέκα. μυθεύουσι δὲ οἱ
ἐγχώριοι Φαέθοντα κεραυνωθέντα πεσεῖν εἰς ταύτην τὴν
λίμνην. εἶναι δ' ἐν αὐτῇ αἰγείρους πολλάς, ἐξ ὧν ἐκπί-
πτειν τὸ καλούμενον ἤλεκτρον. τοῦτο δὲ λέγουσιν ὅμοιον
εἶναι κόμμι, ἀποσκληρύνεσθαι δὲ ὡσανεὶ λίθον, καὶ συλ-
λεγόμενον ὑπὸ τῶν ἐγχωρίων διαφέρεσθαι εἰς τοὺς Ἕλλη-
νας. εἰς ταύτας οὖν τὰς νήσους Δαίδαλόν φασιν ἐλθεῖν,
καὶ κατασχόντα αὐτὰς ἀναθεῖναι ἐν μιᾷ αὐτῶν τὴν αὑτοῦ

εἰκόνα, καὶ τὴν τοῦ υἱοῦ Ἰκάρου ἐν τῇ ἑτέρᾳ. ὕστερον δ' ἐπι-
πλευσάντων ἐπ' αὐτοὺς Πελασγῶν τῶν ἐκπεσόντων ἐξ
Ἄργους φυγεῖν τὸν Δαίδαλον, καὶ ἀφικέσθαι εἰς Ἴκαρον
τὴν νῆσον.
Ἐν τῇ Σικελίᾳ περὶ τὴν καλουμένην Ἔνναν σπήλαιόν
τι λέγεται εἶναι, περὶ ὃ κύκλῳ πεφυκέναι φασὶ τῶν τε
ἄλλων ἀνθέων πλῆθος ἀνὰ πᾶσαν ὥραν, πολὺ δὲ μάλιστα
τῶν ἴων ἀπέραντόν τινα τόπον συμπεπληρῶσθαι, ἃ τὴν
σύνεγγυς χώραν εὐωδίας πληροῖ, ὥστε τοὺς κυνηγοῦντας,
τῶν κυνῶν κρατουμένων ὑπὸ τῆς ὀδμῆς, ἐξαδυνατεῖν τοὺς
λαγὼς ἰχνεύειν. διὰ δὲ τούτου τοῦ χάσματος ἀσυμφανής
ἐστιν ὑπόνομος, καθ' ὅν φασι τὴν ἁρπαγὴν ποιήσασθαι
τὸν Πλούτωνα τῆς Κόρης. εὑρίσκεσθαι δέ φασιν ἐν τούτῳ
τῷ τόπῳ πυροὺς οὔτε τοῖς ἐγχωρίοις ὁμοίους οἷς χρῶνται
οὔτε ἄλλοις ἐπεισάκτοις, ἀλλ' ἰδιότητά τινα μεγάλην
ἔχοντας. καὶ τούτῳ σημειοῦνται τὸ πρώτως παρ' αὑτοῖς
φανῆναι πύρινον καρπόν. ὅθεν καὶ τῆς Δήμητρος ἀντιποι-
οῦνται, φάμενοι παρ' αὑτοῖς τὴν θεὸν γεγονέναι.
Ἐν Κρήτῃ λύκους καὶ ἄρκτους τούς τ' ἔχεις, ὁμοίως
δὲ καὶ τὰ παραπλήσια τούτοις θηρία οὔ φασι γίνεσθαι
διὰ τὸ τὸν Δία γενέσθαι ἐν αὐτῇ.

Ἐν τῇ θαλάσσῃ τῇ ἔξω Ἡρακλείων στηλῶν φασὶν
ὑπὸ Καρχηδονίων νῆσον εὑρεθῆναι ἐρήμην, ἔχουσαν ὕλην τε
παντοδαπὴν καὶ ποταμοὺς πλωτούς, καὶ τοῖς λοιποῖς καρ-
ποῖς θαυμαστήν, ἀπέχουσαν δὲ πλειόνων ἡμερῶν πλοῦν· ἐν
ᾗ ἐπιμισγομένων τῶν Καρχηδονίων πολλάκις διὰ τὴν εὐ-
δαιμονίαν, ἐνίων γε μὴν καὶ οἰκούντων, τοὺς προεστῶτας τῶν
Καρχηδονίων ἀπείπασθαι θανάτῳ ζημιοῦν τοὺς εἰς αὐτὴν
πλευσομένους, καὶ τοὺς ἐνοικοῦντας πάντας ἀφανίσαι, ἵνα
μὴ διαγγέλλωσι, μηδὲ πλῆθος συστραφὲν ἐπ' αὐτῶν ἐπὶ
τὴν νῆσον κυρίας τύχῃ καὶ τὴν τῶν Καρχηδονίων εὐδαι-
μονίαν ἀφέληται.
Ἐκ τῆς Ἰταλίας φασὶν ἕως τῆς Κελτικῆς καὶ Κελ-
τολιγύων καὶ Ἰβήρων εἶναί τινα ὁδὸν Ἡράκλειαν καλουμέ-
νην, δι' ἧς ἐάν τε Ἕλλην ἐάν τε ἐγχώριός τις πορεύηται,
τηρεῖσθαι ὑπὸ τῶν παροικούντων, ὅπως μηδὲν ἀδικηθῇ· τὴν
γὰρ ζημίαν ἐκτίνειν καθ' οὓς ἂν γένηται τὸ ἀδίκημα.
Φασὶ δὲ παρὰ τοῖς Κελτοῖς φάρμακον ὑπάρχειν τὸ
καλούμενον ὑπ' αὐτῶν τοξικόν· ὃ λέγουσιν οὕτω ταχεῖαν
ποιεῖν τὴν φθορὰν ὥστε τῶν Κελτῶν τοὺς κυνηγοῦντας, ὅταν
ἔλαφον ἢ ἄλλο τι ζῷον τοξεύσωσιν, ἐπιτρέχοντας ἐκ σπου-
δῆς ἐκτέμνειν τῆς σαρκὸς τὸ τετρωμένον πρὸ τοῦ τὸ φάρ-

μακον διαδῦναι, ἅμα μὲν τῆς προσφορᾶς ἕνεκα, ἅμα δὲ
ὅπως μὴ σαπῇ τὸ ζῷον. εὑρῆσθαι δὲ τούτῳ λέγουσιν ἀντι-
φάρμακον τὸν τῆς δρυὸς φλοιόν· οἱ δ' ἕτερόν τι φύλλον,
ὃ καλοῦσι κοράκιον διὰ τὸ κατανοηθῆναι ὑπ' αὐτῶν κόρα-
κα, γευσάμενον τοῦ φαρμάκου καὶ κακῶς διατιθέμενον,
ἐπὶ τὸ φύλλον ὁρμήσαντα τοῦτο καὶ καταπιόντα παύσα-
σθαι τῆς ἀλγηδόνος.
Ἐν τῇ Ἰβηρίᾳ λέγουσι τῶν δρυμῶν ἐμπρησθέντων ὑπό
τινων ποιμένων, καὶ τῆς γῆς διαθερμανθείσης ὑπὸ τῆς
ὕλης, φανερῶς ἀργύρῳ ῥεῦσαι τὴν χώραν, καὶ μετὰ χρό-
νον σεισμῶν ἐπιγενομένων καὶ τῶν τόπων ῥαγέντων πάμ-
πληθες συναχθῆναι ἀργύριον, ὃ δὴ καὶ τοῖς Μασσαλιώταις
πρόσοδον ἐποίησεν οὐ τὴν τυχοῦσαν.
Ἐν ταῖς Γυμνησίαις ταῖς κειμέναις νήσοις κατὰ τὴν
Ἰβηρίαν, ἃς μετὰ τὰς λεγομένας ἑπτὰ μεγίστας λέγουσιν
εἶναι, φασὶν ἔλαιον μὴ γίνεσθαι ἐξ ἐλαιῶν, ἐκ δὲ τῆς
τερμίνθου κομιδῇ πολὺ καὶ εἰς πάντα ἁρμόττον. λέγουσι
δὲ οὕτω τοὺς οἰκοῦντας αὐτὰς Ἴβηρας καταγύνους εἶναι ὥστε
ἀντὶ ἑνὸς σώματος θηλυκοῦ διδόναι τοῖς ἐμπόροις τέτταρα
καὶ πέντε σώματα ἄρρενα. στρατευόμενοι δὲ παρὰ Καρ-
χηδονίοις τοὺς μισθοὺς ὅταν λάβωσιν, ἄλλο μέν, ὡς ἔοικεν,

οὐδὲν ἀγοράζουσι, γυναῖκας δέ. οὐ γὰρ χρυσίον οὐδὲ ἀργύ-
ριον ἔξεστι παρ' αὐτοῖς οὐδένα ἔχειν. ἐπιλέγεται δέ τι τοιοῦ-
τον ἐπὶ τῷ κωλύειν χρήματα εἰσάγειν αὐτούς, ὅτι τὴν
στρατείαν Ἡρακλῆς ἐποιήσατο ἐπὶ τὴν Ἰβηρίαν διὰ τοὺς
τῶν ἐνοικούντων πλούτους.
Ἐν τῇ τῶν Μασσαλιωτῶν χώρᾳ περὶ τὴν Λιγυστικήν
φασιν εἶναί τινα λίμνην, ταύτην δὲ ἀναζεῖν καὶ ὑπερχεῖ-
σθαι, καὶ τοσούτους ἰχθῦς ἐκβάλλειν τὸ πλῆθος ὥστε μὴ
πιστεύειν. ἐπειδὰν δὲ οἱ ἐτησίαι πνεύσωσιν, ἐπιχώννυσθαι
τὸ ἔδαφος ἐπ' αὐτήν, καὶ τοιοῦτον κονιορτὸν γίνεσθαι αὐ-
τόθι, καὶ ἀποστερεοῦσθαι τὴν ἐπιφάνειαν αὐτῆς ὡσανεὶ
ἔδαφος. τοῖς δὲ τριόδουσι διακόπτοντας τοὺς ἐγχωρίους
ἑτοίμως ὅσους ἂν βούλωνται ἰχθύας ἐξαίρειν ἐξ αὐτῆς.
λέγεται δέ τινας τῶν Λιγύων οὕτω σφενδονᾶν εὖ ὥστε,
ὅταν πλείους ἴδωσιν ὄρνιθας, διερεθίζεσθαι πρὸς ἀλλήλους
ποῖον ἕκαστος παρασκευάζεται βαλεῖν, ὡς ἑτοίμως ἁπάν-
των τευξομένων. ἴδιον δέ φασι καὶ τοῦτο παρ' αὐτοῖς
εἶναι· αἱ γυναῖκες ἅμα ἐργαζόμεναι τίκτουσιν, καὶ τὸ
παιδίον ὕδατι περικλύσασαι παραχρῆμα σκάπτουσι καὶ
σκάλλουσι καὶ τἆλλα οἰκονομοῦσιν ἃ καὶ μὴ τικτούσαις
αὐταῖς ἦν πρακτέον. θαῦμα δὲ καὶ τοῦτο παρὰ τοῖς

Λίγυσι· φασὶ γὰρ παρ' αὐτοῖς ποταμὸν εἶναι οὗ τὸ ῥεῦμα
αἴρεται μετέωρον καὶ ῥεῖ, ὥστε τοὺς πέραν μὴ ὁρᾶσθαι.
Ἐν δὲ τῇ Τυρρηνίᾳ λέγεταί τις νῆσος Αἰθάλεια ὀνο-
μαζομένη, ἐν ᾗ ἐκ τοῦ αὐτοῦ μετάλλου πρότερον μὲν χαλ-
κὸς ὠρύσσετο, ἐξ οὗ φασὶ πάντα κεχαλκευμένα παρ'
αὐτοῖς εἶναι, ἔπειτα μηκέτι εὑρίσκεσθαι, χρόνου δὲ διελ-
θόντος πολλοῦ φανῆναι ἐκ τοῦ αὐτοῦ μετάλλου σίδηρον, ᾧ
νῦν ἔτι χρῶνται Τυρρηνοὶ οἱ τὸ καλούμενον Ποπλώνιον οἰ-
κοῦντες. ἔστι δέ τις ἐν τῇ Τυρρηνίᾳ πόλις Οἰναρέα κα-
λουμένη, ἣν ὑπερβολῇ φασὶν ὀχυρὰν εἶναι· ἐν γὰρ μέσῃ
αὐτῇ λόφος ἐστὶν ὑψηλός, τριάκοντα σταδίους ἀνέχων ἄνω,
καὶ κάτω ὕλην παντοδαπὴν καὶ ὕδατα. φοβουμένους οὖν
τοὺς ἐνοικοῦντας λέγουσι μή τις τύραννος γένηται, προΐ-
στασθαι αὑτῶν τοὺς ἐκ τῶν οἰκετῶν ἠλευθερωμένους· καὶ
οὗτοι ἄρχουσιν αὐτῶν, κατ' ἐνιαυτὸν δ' ἄλλους ἀντικαθι-
στάναι τοιούτους.
Ἐν τῇ Κύμῃ τῇ περὶ τὴν Ἰταλίαν δείκνυταί τις, ὡς
ἔοικε, θάλαμος κατάγειος Σιβύλλης τῆς χρησμολόγου,
ἣν πολυχρονιωτάτην γενομένην παρθένον διαμεῖναί φασιν,
οὖσαν μὲν Ἐρυθραίαν, ὑπό τινων δὲ τὴν Ἰταλίαν κατοι-
κούντων Κυμαίαν, ὑπὸ δέ τινων Μελάγκραιραν καλουμέ-

νην. τοῦτον δὲ τὸν τόπον λέγεται κυριεύεσθαι ὑπὸ Λευ-
κανῶν. εἶναι δὲ λέγουσιν ἐν ἐκείνοις τοῖς τόποις περὶ τὴν
Κύμην ποταμόν τινα Κετὸν ὀνομαζόμενον, εἰς ὅν φασι
τὸν πλείω χρόνον τὸ ἐμβληθὲν πρῶτον περιφύεσθαι καὶ
τέλος ἀπολιθοῦσθαι.
Ἀλκιμένει τῷ Συβαρίτῃ φασὶ κατασκευασθῆναι ἱμά-
τιον τοιοῦτον τῇ πολυτελείᾳ, ὥστε προτίθεσθαι αὐτὸ ἐπὶ
Λακινίῳ τῇ πανηγύρει τῆς Ἥρας, εἰς ἣν συμπορεύονται
πάντες Ἰταλιῶται, τῶν τε δεικνυμένων μάλιστα πάντων
ἐκεῖνο θαυμάζεσθαι· οὗ φασὶ κυριεύσαντα Διονύσιον τὸν
πρεσβύτερον ἀποδόσθαι Καρχηδονίοις ἑκατὸν καὶ εἴκοσι
ταλάντων. ἦν δ' αὐτὸ μὲν ἁλουργές, τῷ δὲ μεγέθει πεντε-
καιδεκάπηχυ, ἑκατέρωθεν δὲ διείληπτο ζῳδίοις ἐνυφασμέ-
νοις, ἄνωθεν μὲν Σούσοις, κάτωθεν δὲ Πέρσαις· ἀνὰ μέ-
σον δὲ ἦν Ζεύς, Ἥρα, Θέμις, Ἀθηνᾶ, Ἀπόλλων, Ἀφρο-
δίτη. παρὰ δ' ἑκάτερον πέρας Ἀλκιμένης ἦν, ἑκατέρωθεν
δὲ Σύβαρις.
Περὶ τὴν ἄκραν τὴν Ἰαπυγίαν φασὶν ἔκ τινος τόπου,
ἐν ᾧ συνέβη γενέσθαι, ὡς μυθολογοῦσιν, Ἡρακλεῖ πρὸς
γίγαντας μάχην, ῥεῖν ἰχῶρα πολὺν καὶ τοιοῦτον ὥστε

διὰ τὸ βάρος τῆς ὀσμῆς ἄπλουν εἶναι τὴν κατὰ τὸν τόπον
θάλασσαν. λέγουσι δὲ πολλαχοῦ τῆς Ἰταλίας Ἡρακλέους
εἶναι πολλὰ μνημόσυνα ἐν ταῖς ὁδοῖς ἃς ἐκεῖνος ἐπορεύθη.
περὶ δὲ Πανδοσίαν τῆς Ἰαπυγίας ἴχνη τοῦ θεοῦ δείκνυται,
ἐφ' ἃ οὐδενὶ ἐπιβατέον. ἔστι καὶ περὶ ἄκραν Ἰαπυγίαν
λίθος ἁμαξιαῖος, ὃν ὑπ' ἐκείνου ἀρθέντα μετατεθῆναί φα-
σιν, ἀφ' ἑνὸς δὲ δακτύλου κινεῖσθαι συμβέβηκεν.
Ἐν τῇ τῶν Ὀρχομενίων πόλει τῇ ἐν Βοιωτοῖς φα-
νῆναί φασιν ἀλώπεκα, ἣν κυνὸς διώκοντος εἰσδῦναι εἴς
τινα ὑπόνομον, καὶ τὸν κύνα συνεισδῦναι αὐτῇ, καὶ ὑλα-
κτοῦντα ἦχον μέγαν ποιεῖν ὡσανεὶ εὐρυχωρίας τινὸς ὑπαρ-
χούσης αὐτῷ· τοὺς δὲ κυνηγέτας ἔννοιαν λαβόντας δαι-
μονίαν, ἀναρρήξαντας τὴν εἴσδυσιν συνῶσαι καὶ αὐτούς·
ἰδόντας δὲ διά τινων ὀπῶν εἰσερχόμενον ἔσω τὸ φῶς,
εὐσυνόπτως τὰ λοιπὰ θεάσασθαι, καὶ ἐλθόντας ἀπαγγεῖ-
λαι τοῖς ἄρχουσιν.
Ἐν τῇ Σαρδοῖ τῇ νήσῳ κατασκευάσματά φασιν
εἶναι εἰς τὸν Ἑλληνικὸν τρόπον διακείμενα τὸν ἀρχαῖον,
ἄλλα τε πολλὰ καὶ καλὰ καὶ θόλους περισσοῖς τοῖς ῥυθ-
μοῖς κατεξεσμένους· τούτους δ' ὑπὸ Ἰολάου τοῦ Ἰφικλέους
κατασκευασθῆναι, ὅτε τοὺς Θεσπιάδας τοὺς ἐξ Ἡρακλέους

παραλαβὼν ἔπλευσεν εἰς ἐκείνους τοὺς τόπους ἐποικήσων, ὡς
κατὰ συγγένειαν αὑτῷ τὴν Ἡρακλέους προσήκοντας διὰ
τὸ πάσης τῆς πρὸς ἑσπέραν κύριον Ἡρακλέα γενέσθαι.
αὕτη δὲ ἡ νῆσος, ὡς ἔοικεν, ἐκαλεῖτο μὲν πρότερον Ἰχ-
νοῦσσα διὰ τὸ ἐσχηματίσθαι τῇ περιμέτρῳ ὁμοιότατα
ἀνθρωπίνῳ ἴχνει, εὐδαίμων δὲ καὶ πάμφορος ἔμπροσθεν
λέγεται εἶναι· τὸν γὰρ Ἀρισταῖον, ὅν φασι γεωργικώτατον
εἶναι ἐπὶ τῶν ἀρχαίων, τοῦτον αὐτῶν ἄρξαι μυθολογοῦσιν,
ὑπὸ μεγάλων ὀρνέων ἔμπροσθεν καὶ πολλῶν κατεχομένων.
νῦν μὲν οὖν οὐκέτι φέρει τοιοῦτον οὐδὲν διὰ τὸ κυριευθεῖ-
σαν ὑπὸ Καρχηδονίων ἐκκοπῆναι πάντας τοὺς χρησίμους
εἰς προσφορὰν καρπούς, καὶ θάνατον τὴν ζημίαν τοῖς ἐγ-
χωρίοις τετάχθαι, ἐάν τις τῶν τοιούτων τι ἀναφυτεύῃ.
Ἐν μιᾷ τῶν ἑπτὰ νήσων τῶν Αἰόλου καλουμένων, ἣ
καλεῖται Λιπάρα, τάφον εἶναι μυθολογοῦσι, περὶ οὗ καὶ
ἄλλα μὲν πολλὰ καὶ τερατώδη λέγουσι, τοῦτο δ' ὅτι οὐκ
ἀσφαλές ἐστι προσελθεῖν πρὸς ἐκεῖνον τὸν τόπον τῆς νυ-
κτός, συμφωνοῦσιν· ἐξακούεσθαι γὰρ τυμπάνων καὶ κυμ-
βάλων ἦχον γέλωτά τε μετὰ θορύβου καὶ κροτάλων
ἐναργῶς. λέγουσι δέ τι τερατωδέστερον γεγονέναι περὶ τὸ
σπήλαιον· πρὸ ἡμέρας γὰρ ἐγκοιμηθῆναί τινα ἐν αὐτῷ

οἰνωμένον, καὶ τοῦτον ὑπὸ τῶν οἰκετῶν ζητούμενον ἐφ'
ἡμέρας τρεῖς διατελέσαι, τῇ δὲ τετάρτῃ εὑρεθέντα ὡς νε-
κρὸν ἀποκομισθῆναι ὑπὸ τῶν οἰκείων εἰς τὸν ἴδιον τάφον,
καὶ τῶν νομιζομένων τυχόντα πάντων ἐξαίφνης ἀναστῆναι,
καὶ διηγεῖσθαι τὰ καθ' ἑαυτὸν συμβεβηκότα. τοῦτο μὲν
οὖν ἡμῖν φαίνεται μυθωδέστερον· ὅμως μέντοι ἔδει μὴ πα-
ραλιπεῖν ἀμνημόνευτον αὐτό, τῶν περὶ τὸν τόπον ἐκεῖνον
τὴν ἀναγραφὴν ποιούμενον.
Περὶ τὴν Κύμην τὴν ἐν Ἰταλίᾳ λίμνη ἐστὶν ἡ προ-
σαγορευομένη ἄορνος, αὐτὴ μέν, ὡς ἔοικεν, οὐκ ἔχουσά
τι θαυμαστόν· περικεῖσθαι γὰρ λέγουσι περὶ αὐτὴν λόφους
κύκλῳ, τὸ ὕψος οὐκ ἐλάσσους τριῶν σταδίων, καὶ αὐτὴν
εἶναι τῷ σχήματι κυκλοτερῆ, τὸ βάθος ἔχουσαν ἀνυπέρ-
βλητον. ἐκεῖνο δὲ θαυμάσιον φαίνεται· ὑπερκειμένων γὰρ
αὐτῇ πυκνῶν δένδρων, καί τινων ἐν αὐτῇ κατακεκλιμένων,
οὐδὲν ἔστιν ἰδεῖν φύλλον ἐπὶ τοῦ ὕδατος ἐφεστηκός, ἀλλ'
οὕτω καθαρώτατόν ἐστι τὸ ὕδωρ ὥστε τοὺς θεωμένους θαυ-
μάζειν. περὶ δὲ τὴν ἀπέχουσαν ἤπειρον αὐτῆς οὐ πολὺ
θερμὸν ὕδωρ πολλαχόθεν ἐκπίπτει, καὶ ὁ τόπος ἅπας κα-
λεῖται Πυριφλεγέθων. ὅτι δὲ οὐδὲν διίπταται ὄρνεον αὐτήν,
ψεῦδος· οἱ γὰρ παραγενόμενοι λέγουσι πλῆθός τι κύκνων

ἐν αὐτῇ γίνεσθαι.
Φασὶ τὰς Σειρηνούσας νήσους κεῖσθαι μὲν ἐν τῇ Ἰτα-
λίᾳ περὶ τὸν πορθμὸν ἐπ' αὐτῆς τῆς ἄκρας, ὃς κεῖται
πρὸ τοῦ προπεπτωκότος τόπου καὶ διαλαμβάνοντος τοῖς
κόλποις τόν τε περιέχοντα τὴν Κύμην καὶ τὸν διειληφότα
τὴν Ποσειδωνίαν καλουμένην· ἐν ᾧ καὶ νεὼς αὐτῶν ἵδρυται,
καὶ τιμῶνται καθ' ὑπερβολὴν ὑπὸ τῶν περιοίκων θυσίαις
ἐπιμελῶς· ὧν καὶ τὰ ὀνόματα μνημονεύοντες καλοῦσι τὴν
μὲν Παρθενόπην, τὴν δὲ Λευκωσίαν, τὴν δὲ τρίτην Λίγειαν.
Λέγεται δὲ μεταξὺ τῆς Μεντορικῆς καὶ τῆς Ἰστριανῆς
ὄρος τι εἶναι τὸ καλούμενον Δέλφιον, ἔχον λόφον ὑψηλόν.
ἐπὶ τοῦτον τὸν λόφον ὅταν ἀναβαίνωσιν οἱ Μέντορες οἱ ἐπὶ
τοῦ Ἀδρίου οἰκοῦντες, ἀποθεωροῦσιν, ὡς ἔοικε, τὰ εἰς τὸν Πόν-
τον εἰσπλέοντα πλοῖα. εἶναι δὲ καί τινα τόπον ἐν τοῖς
ἀνὰ μέσον διαστήμασιν, εἰς ὃν ἀγορᾶς κοινῆς γινομένης
πωλεῖσθαι παρὰ μὲν τῶν ἐκ τοῦ Πόντου ἐμπόρων ἀναβαι-
νόντων τὰ Λέσβια καὶ Χῖα καὶ Θάσια, παρὰ δὲ τῶν ἐκ
τοῦ Ἀδρίου τοὺς Κερκυραϊκοὺς ἀμφορεῖς.
Φασὶ δὲ καὶ τὸν Ἴστρον ῥέοντα ἐκ τῶν Ἑρκυνίων κα-
λουμένων δρυμῶν σχίζεσθαι, καὶ τῇ μὲν εἰς τὸν Πόντον
ῥεῖν, τῇ δὲ εἰς τὸν Ἀδρίαν ἐκβάλλειν. σημεῖον δὲ οὐ μόνον

ἐν τοῖς νῦν καιροῖς ἑωράκαμεν, ἀλλὰ καὶ ἐπὶ τῶν ἀρχαίων
μᾶλλον, οἷον τὰ ἐκεῖ ἄπλωτα εἶναι· καὶ γὰρ Ἰάσονα τὸν
μὲν εἴσπλουν κατὰ Κυανέας, τὸν δὲ ἐκ τοῦ Πόντου ἔκπλουν
κατὰ τὸν Ἴστρον ποιήσασθαί φασι· καὶ φέρουσιν ἄλλα τε
τεκμήρια οὐκ ὀλίγα, καὶ κατὰ μὲν τὴν χώραν βωμοὺς
ὑπὸ τοῦ Ἰάσονος ἀνακειμένους δεικνύουσιν, ἐν δὲ μιᾷ τῶν
νήσων τῶν ἐν τῷ Ἀδρίᾳ ἱερὸν Ἀρτέμιδος ὑπὸ Μηδείας ἱδρυ-
μένον. ἔτι δὲ λέγουσιν ὡς οὐκ ἂν παρέπλευσε τὰς Πλαγ-
κτὰς καλουμένας, εἰ μὴ ἐκεῖθεν ἀπέπλει. καὶ ἐν τῇ Αἰθα-
λείᾳ δὲ νήσῳ, τῇ κειμένῃ ἐν τῷ Τυρρηνικῷ πελάγει, ἄλλα
τε δεικνύουσι μνημεῖα τῶν ἀριστέων καὶ τὸ ἐπὶ τῶν ψήφων
δὲ λεγόμενον· παρὰ γὰρ τὸν αἰγιαλὸν ψήφους φασὶν εἶναι
ποικίλας, ταύτας δ' οἱ Ἕλληνες οἱ τὴν νῆσον οἰκοῦντες
λέγουσι τὴν χροιὰν λαβεῖν ἀπὸ τῶν στλεγγισμάτων ὧν ἐποι-
οῦντο ἀλειφόμενοι· ἀπὸ ἐκείνων γὰρ τῶν χρόνων οὔτε πρό-
τερον ἑωρᾶσθαι μυθολογοῦσι τοιαύτας ψήφους οὔθ' ὕστερον
ἐπιγενομένας. ἔτι δὲ τούτων φανερώτερα σημεῖα λέγουσιν,
ὅτι οὐ διὰ τῶν Συμπληγάδων ἐγένετο ὁ ἔκπλους, αὐτῷ τῷ
ποιητῇ ἐν ἐκείνοις τοῖς τόποις μάρτυρι χρώμενοι. τὴν γὰρ
δυσχέρειαν τοῦ κινδύνου ἐμφανίζοντα λέγειν ὅτι οὐκ ἔστι
παραπλεῦσαι τὸν τόπον,

ἀλλά θ' ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν
κύμαθ' ἁλὸς φορέουσι πυρός τ' ὀλοοῖο θύελλαι.
περὶ μὲν οὖν τὰς Κυανέας οὐ λέγεται πῦρ ἀναπέμπειν,
περὶ δὲ τὸν πορθμὸν τὸν διαλαμβάνοντα τὴν Σικελίαν, ἐφ'
ἑκάτερα κειμένων τῶν τοῦ πυρὸς ἀναφυσημάτων, καὶ τῆς
τε νήσου συνεχῶς καιομένης, καὶ τοῦ περὶ τὴν Αἴτνην ῥεύ-
ματος πολλάκις τὴν χώραν ἐπιδεδραμηκότος.
Ἐν Τάραντι ἐναγίζειν κατά τινας χρόνους φασὶν
Ἀτρείδαις καὶ Τυδείδαις καὶ Αἰακίδαις καὶ Λαερτιάδαις,
καὶ Ἀγαμεμνονίδαις δὲ χωρὶς θυσίαν ἐπιτελεῖν ἐν ἄλλῃ
ἡμέρᾳ ἰδίᾳ, ἐν ᾗ νόμιμον εἶναι ταῖς γυναιξὶ μὴ γεύσασθαι
τῶν ἐκείνοις θυομένων. ἔστι δὲ καὶ Ἀχιλλέως νεὼς παρ'
αὐτοῖς. λέγεται δὲ μετὰ τὸ παραλαβεῖν τοὺς Ταραντίνους
Ἡράκλειαν τὸν τόπον καλεῖσθαι ὃν νῦν κατοικοῦσιν, ἐν
δὲ τοῖς ἄνω χρόνοις τῶν Ἰώνων κατεχόντων Πλεῖον· ἔτι δὲ
ἐκείνων ἔμπροσθεν ὑπὸ τῶν Τρώων τῶν κατασχόντων αὐ-
τὴν Σίγειον ὠνομάσθαι. παρὰ δὲ τοῖς Συβαρίταις λέγε-
ται Φιλοκτήτην τιμᾶσθαι. κατοικῆσαι γὰρ αὐτὸν ἐκ Τροίας
ἀνακομισθέντα τὰ καλούμενα Μύκαλλα τῆς Κροτωνιάτιδος,
ἅ φασιν ἀπέχειν ἑκατὸν εἴκοσι σταδίων, καὶ ἀναθεῖναι

ἱστοροῦσι τὰ τόξα τὰ Ἡράκλεια αὐτὸν εἰς τὸ τοῦ Ἀπόλλω-
νος τοῦ ἁλίου. ἐκεῖθεν δέ φασι τοὺς Κροτωνιάτας κατὰ τὴν
ἐπικράτειαν ἀναθεῖναι αὐτὰ εἰς τὸ Ἀπολλώνιον τὸ παρ'
αὑτοῖς. λέγεται δὲ καὶ τελευτήσαντα ἐκεῖ κεῖσθαι αὐτὸν
παρὰ τὸν ποταμὸν τὸν Σύβαριν, βοηθήσαντα Ῥοδίοις τοῖς
μετὰ Τληπολέμου εἰς τοὺς ἐκεῖ τόπους ἀπενεχθεῖσι καὶ
μάχην συνάψασι πρὸς τοὺς ἐνοικοῦντας τῶν βαρβάρων ἐκεί-
νην τὴν χώραν.
Περὶ δὲ τὴν Ἰταλίαν τὴν καλουμένην Γαργαρίαν, ἐγ-
γὺς Μεταποντίου, Ἀθηνᾶς ἱερὸν εἶναί φασιν Ἑλληνίας, ἔν-
θα τὰ τοῦ Ἐπειοῦ λέγουσιν ἀνακεῖσθαι ὄργανα, ἃ εἰς τὸν
δούρειον ἵππον ἐποίησεν, ἐκείνου τὴν ἐπωνυμίαν ἐπιθέντος.
φανταζομένην γὰρ αὐτῷ τὴν Ἀθηνᾶν κατὰ τὸν ὕπνον ἀξιοῦν
ἀναθεῖναι τὰ ὄργανα, καὶ διὰ τοῦτο βραδυτέρας τυγχάνον-
τα τῆς ἀναγωγῆς εἱλεῖσθαι ἐν τῷ τόπῳ, μὴ δυνάμενον
ἐκπλεῦσαι· ὅθεν Ἑλληνίας Ἀθηνᾶς τὸ ἱερὸν προσαγο-
ρεύεσθαι.
Λέγεται περὶ τὸν ὀνομαζόμενον τῆς Δαυνίας τόπον
ἱερὸν εἶναι Ἀθηνᾶς Ἀχαΐας καλούμενον, ἐν ᾧ δὴ πελέκεις
χαλκοῦς καὶ ὅπλα τῶν Διομήδους ἑταίρων καὶ αὐτοῦ ἀνα-
κεῖσθαι. ἐν τούτῳ τῷ τόπῳ φασὶν εἶναι κύνας οἳ τοὺς ἀφι-

κνουμένους τῶν Ἑλλήνων οὐκ ἀδικοῦσιν, ἀλλὰ σαίνουσιν
ὥσπερ τοὺς συνηθεστάτους. πάντες δὲ οἱ Δαύνιοι καὶ οἱ πλη-
σιόχωροι αὐτοῖς μελανειμονοῦσι, καὶ ἄνδρες καὶ γυναῖκες,
διὰ ταύτην, ὡς ἔοικε, τὴν αἰτίαν. τὰς γὰρ Τρῳάδας τὰς
ληφθείσας αἰχμαλώτους καὶ εἰς ἐκείνους τοὺς τόπους ἀφικο-
μένας, εὐλαβηθείσας μὴ πικρᾶς δουλείας τύχωσιν ὑπὸ τῶν
ἐν ταῖς πατρίσι προϋπαρχουσῶν τοῖς Ἀχαιοῖς γυναικῶν, λέ-
γεται τὰς ναῦς αὐτῶν ἐμπρῆσαι, ἵν' ἅμα μὲν τὴν προς-
δοκωμένην δουλείαν ἐκφύγωσιν, ἅμα δ' ὅπως μετ' ἐκείνων
μένειν ἀναγκασθέντων συναρμοσθεῖσαι κατάσχωσιν αὐτοὺς
ἄνδρας. πάνυ δὲ καὶ τῷ ποιητῇ καλῶς πέφρασται περὶ
αὐτῶν· ἑλκεσιπέπλους γὰρ καὶ βαθυκόλπους κἀκείνας, ὡς
ἔοικεν, ἰδεῖν ἔστιν.
Ἐν δὲ τοῖς Πευκετίνοις εἶναί φασιν Ἀρτέμιδος ἱερόν,
ἐν ᾧ τὴν διωνομασμένην ἐν ἐκείνοις τοῖς τόποις χαλκῆν
ἕλικα ἀνακεῖσθαι λέγουσιν, ἔχουσαν ἐπίγραμμα “Διομήδης
Ἀρτέμιδι.” μυθολογεῖται δ' ἐκεῖνον ἐλάφῳ περὶ τὸν τρά-
χηλον περιθεῖναι, τὴν δὲ περιφῦναι, καὶ τοῦτον τὸν τρόπον
εὑρισκομένην ὑπὸ Ἀγαθοκλέους ὕστερον τοῦ βασιλέως Σικε-
λιωτῶν εἰς τὸ τοῦ Διὸς ἱερὸν ἀνατεθῆναί φασιν.
Ἐν τῇ ἄκρᾳ τῆς Σικελίας τῇ καλουμένῃ Πελωριάδι

τοσοῦτον γίνεσθαι κρόκον, ὥστε παρὰ τισὶ μὲν τῶν ἐν
ἐκείνοις τοῖς τόποις κατοικούντων μὴ γνωρίζεσθαι Ἑλλήνων
ποῖόν τί ἐστι τὸ ἄνθος, ἐπὶ δὲ τῆς Πελωριάδος ἁμάξας
κατακομίζειν μεγάλας τοὺς βουλομένους, καὶ κατὰ τὴν
ἐαρινὴν ὥραν τὰς στρωμνὰς καὶ τὰς σκηνὰς ἐκ κρόκου
κατασκευάζειν.
Φησὶν εἶναι ὁ Πολύκριτος ὁ τὰ Σικελικὰ γεγραφὼς
ἐν ἔπεσιν ἔν τινι τόπῳ τῆς μεσογείου λιμνίον τι ἔχον ὅσον
ἀσπίδος τὸ περίμετρον, τοῦτο δ' ἔχει ὕδωρ διαυγὲς μὲν
μικρῷ δὲ θολερώτερον. εἰς τοῦτ' οὖν ἐάν τις εἰσβῇ λούσα-
σθαι χρείαν ἔχων, αὔξεται εἰς εὖρος, ἐὰν δὲ καὶ δεύτε-
ρον, μᾶλλον πλατύνεται· τὸ δὲ πέρας ἕως εἰς πεντήκοντα
ἀνδρῶν ὑποδοχὴν μεῖζον γενόμενον διευρύνεται. ἐπειδὰν
δὲ τοῦτον τὸν ἀριθμὸν λάβῃ, ἐκ βάθους πάλιν ἀνοιδοῦν
ἐκβάλλειν μετέωρα τὰ σώματα τῶν λουομένων ἔξω ἐπὶ
τὸ ἔδαφος· ὡς δ' ἂν τοῦτο γένηται, εἰς τὸ ἀρχαῖον πά-
λιν σχῆμα τῆς περιμέτρου καθίσταται. οὐ μόνον δ' ἐπὶ ἀν-
θρώπων τοῦτο περὶ αὐτὸ γίνεται, ἀλλὰ καὶ ἐάν τι τετρά-
πουν εἰσβῇ, τὸ αὐτὸ πάσχει. ἐν δὲ τῇ ἐπικρατείᾳ τῶν
Καρχηδονίων φασὶν ὄρος εἶναι ὃ καλεῖται Οὐράνιον, παν-
τοδαπῆς μὲν ὕλης γέμον, πολλοῖς δὲ διαπεποικιλμένον

ἄνθεσιν, ὥστε τοὺς συνεχεῖς τόπους ἐπὶ πολὺ μεταλαμβά-
νοντας τῆς εὐωδίας αὐτοῦ ἡδίστην τινὰ τοῖς ὁδοιποροῦσι
προσβάλλειν τὴν ἀναπνοήν. πρὸς δὴ τοῦτον τὸν τόπον
κρήνην ἐλαίου φασὶν εἶναι, τὴν δὲ ὀσμὴν ἔχειν τῆς κέδρου
τοῖς ἀποπτίσμασιν ὁμοίαν. δεῖν δέ φασι τὸν προσιόντα
πρὸς αὐτὴν ἁγνὸν εἶναι, καὶ τούτου γινομένου πλεῖον ἀνα-
βλύζειν αὐτὴν τὸ ἔλαιον, ὥστε ἀσφαλῶς ἀρύεσθαι. φασὶ
καὶ ταύτης τῆς κρήνης πλησίον εἶναί τινα πέτραν αὐτο-
φυῆ, μεγάλην τῷ μεγέθει. ταύτην οὖν λέγουσιν, ἐπειδὰν
μὲν ᾖ θέρος, φλόγα ἀναπέμπειν πυρός, χειμῶνος δὲ γε-
νομένου ἐκ τοῦ αὐτοῦ τόπου κρουνὸν ὕδατος ἀναρραίνειν οὕτω ψυ-
χροῦ ὥστε χιόνι συμβαλλόμενον μηδὲν διαφέρειν. καὶ τοῦτό
φασιν οὐκ ἀπόκρυφον οὐδὲ μικρὸν χρόνον φαίνεσθαι, ἀλλὰ
τὸ μὲν πῦρ ἀνιέναι τὴν θερείαν ὅλην, τὸ δὲ ὕδωρ πάντα
τὸν χειμῶνα.
Λέγεται δὲ καὶ περὶ τὴν τῶν Σιντῶν καὶ Μαιδῶν
χώραν καλουμένην τῆς Θρᾴκης ποταμόν τινα εἶναι Πόντον
προσαγορευόμενον, ἐν ᾧ καταφέρεσθαί τινας λίθους οἳ καί-
ονται καὶ τοὐναντίον πάσχουσι τοῖς ἐκ τῶν ξύλων ἄνθραξι·
ῥιπιζόμενοι γὰρ σβέννυνται ταχέως, ὕδατι δὲ ῥαινόμενοι
ἀναλάμπουσι καὶ ἀνάπτουσι κάλλιον. παραπλησίαν δὲ

ἀσφάλτῳ, ὅταν καίωνται, καὶ πονηρὰν οὕτως ὀσμὴν καὶ
δριμεῖαν ἔχουσιν ὥστε μηδὲν τῶν ἑρπετῶν ὑπομένειν ἐν τῷ
τόπῳ καιομένων αὐτῶν. εἶναι δέ φασι καὶ τόπον τινὰ
παρ' αὐτοῖς οὐ λίαν μικρόν, ἀλλ' ὡς ἂν εἴκοσί που σταδίων,
ὃς φέρει κριθὰς αἷς οἱ μὲν ἄνθρωποι χρῶνται, οἱ δ' ἵπποι
καὶ βόες οὐκ ἐθέλουσιν αὐτὰς ἐσθίειν, οὐδ' ἄλλο οὐδέν. ἀλλ'
οὐδὲ τῶν ὑῶν οὐδὲ τῶν κυνῶν οὐδεμία τολμᾷ γεύσασθαι
τῆς κόπρου τῶν ἀνθρώπων, οἵτινες ἂν ἐκ τῶν κριθῶν τούτων
μᾶζαν φαγόντες ἢ ἄρτον ἀφοδεύωσι, τῷ θνήσκειν.
Ἐν δὲ Σκοτούσαις τῆς Θετταλίας φασὶν εἶναι κρηνί-
διόν τι μικρόν, ἐξ οὗ ῥεῖ τοιοῦτον ὕδωρ ὃ τὰ μὲν ἕλκη
καὶ θλάσματα ταχέως ὑγιεινὰ ποιεῖ καὶ τῶν ἀνθρώπων
καὶ τῶν ὑποζυγίων, ἐὰν δέ τις ξύλον μὴ παντάπασι συν-
τρίψας ἀλλὰ σχίσας ἐμβάλῃ, συμφύεται καὶ πάλιν εἰς
τὸ αὐτὸ καθίσταται.
Περὶ δὲ τὴν Θρᾴκην τὴν ὑπὲρ Ἀμφίπολιν φασὶ γί-
νεσθαί τι τερατῶδες καὶ ἄπιστον τοῖς μὴ τεθεαμένοις. ἐξιόν-
τες γὰρ οἱ παῖδες ἐκ τῶν κωμῶν καὶ τῶν ἐγγὺς χωρίων
ἐπὶ θήραν τῶν ὀρνιθαρίων συνθηρεύειν παραλαμβάνουσι τοὺς
ἱέρακας, καὶ τοῦτο ποιοῦσιν οὕτως. ἐπειδὰν προέλθωσιν εἰς
τόπον ἐπιτήδειον, καλοῦσι τοὺς ἱέρακας ὀνομαστὶ κεκραγότες·

οἱ δ' ὅταν ἀκούσωσι τῶν παίδων τὴν φωνήν, παραγινόμενοι
κατασοβοῦσι τοὺς ὄρνιθας· οἱ δὲ δεδιότες ἐκείνους καταφεύ-
γουσιν εἰς τοὺς θάμνους, ὅπου αὐτοὺς οἱ παῖδες ξύλοις τύ-
πτοντες λαμβάνουσιν. ὃ δὲ πάντων ἄν τις μάλιστα θαυμά-
σειεν· οἱ μὲν γὰρ ἱέρακες ὅταν αὐτοί τινα λάβωσι τῶν
ὀρνίθων, καταβάλλουσι τοῖς θηρεύουσιν, οἱ δὲ παῖδες ἁπάντων
τῶν ἁλόντων μέρος τι τοῖς ἱέραξιν ἀποδόντες ἀπέρχονται.
Θαυμαστὸν δέ τι καὶ παρὰ τοῖς Ἑνετοῖς φασὶ γίνε-
σθαι. ἐπὶ γὰρ τὴν χώραν αὐτῶν πολλάκις κολοιῶν ἀνα-
ριθμήτους μυριάδας ἐπιφέρεσθαι καὶ τὸν σῖτον αὐτῶν σπει-
ράντων καταναλίσκειν· οἷς τοὺς Ἑνετοὺς πρὸ τοῦ ἐφίπτασθαι
μέλλειν ἐπὶ τὰ μεθόρια τῆς γῆς προτιθέναι δῶρα, παντο-
δαπῶν καρπῶν καταβάλλοντας σπέρματα, ὧν ἐὰν μὲν
γεύσωνται οἱ κολοιοί, οὐχ ὑπερβαίνουσιν ἐπὶ τὴν χώραν
αὐτῶν, ἀλλ' οἴδασιν οἱ Ἑνετοὶ ὅτι ἔσονται ἐν εἰρήνῃ· ἐὰν
δὲ μὴ γεύσωνται, ὡσεὶ πολεμίων ἔφοδον αὑτοῖς γινομένην
οὕτω προσδοκῶσιν.
Ἐν δὲ τῇ Χαλκιδικῇ τῇ ἐπὶ Θρᾴκης πλησίον Ὀλύνθου
φασὶν εἶναι Κανθαρώλεθρον ὀνομαζόμενον τόπον, μικρῷ
μείζονα τὸ μέγεθος ἅλω, εἰς ὃν τῶν μὲν ἄλλων ζῴων

ὅταν τι ἀφίκηται, πάλιν ἀπέρχεται, τῶν δὲ κανθάρων τῶν
ἐλθόντων οὐδείς, ἀλλὰ κύκλῳ περιιόντες τὸ χωρίον λιμῷ
τελευτῶσιν.
Ἐν δὲ Κύκλωψι τοῖς Θρᾳξὶ κρηνίδιόν ἐστιν ὕδωρ ἔχον
ὃ τῇ μὲν ὄψει καθαρὸν καὶ διαφανὲς καὶ τοῖς ἄλλοις
ὅμοιον, ὅταν δὲ πίῃ τι ζῷον ἐξ αὐτοῦ, παραχρῆμα δια-
φθείρεται.
Φασὶ δὲ καὶ ἐν τῇ Κραστωνίᾳ παρὰ τὴν Βισαλτῶν
χώραν τοὺς ἁλισκομένους λαγὼς δύο ἥπατα ἔχειν, καὶ
τόπον τινὰ εἶναι ὅσον πλεθριαῖον, εἰς ὃν ὅ τι ἂν εἰσέλθῃ
ζῷον ἀποθνήσκει. ἔστι δὲ καὶ ἄλλο αὐτόθι ἱερὸν Διονύσου
μέγα καὶ καλόν, ἐν ᾧ τῆς ἑορτῆς καὶ τῆς θυσίας οὔσης
λέγεται, ὅταν μὲν ὁ θεὸς εὐετηρίαν μέλλῃ ποιεῖν, ἐπιφαί-
νεσθαι μέγα σέλας πυρός, καὶ τοῦτο πάντας ὁρᾶν τοὺς
περὶ τὸ τέμενος διατρίβοντας, ὅταν δ' ἀκαρπίαν, μὴ φαί-
νεσθαι τοῦτο τὸ φῶς, ἀλλὰ σκότος ἐπέχειν τὸν τόπον
ὥσπερ καὶ τὰς ἄλλας νύκτας.
Ἐν Ἤλιδι λέγουσιν εἶναί τι οἴκημα σταδίους ἀπέχον
ὀκτὼ μάλιστα τῆς πόλεως, εἰς ὃ τιθέασι τοῖς Διονυσίοις
λέβητας χαλκοῦς τρεῖς κενούς. τοῦτο δὲ ποιήσαντες παρα-
καλοῦσι τῶν Ἑλλήνων τῶν ἐπιδημούντων τὸν βουλόμενον

ἐξετάσαι τὰ ἀγγεῖα καὶ τοῦ οἴκου κατασφραγίζεσθαι τὰς
θύρας. καὶ ἐπειδὰν μέλλωσιν ἀνοίγειν, ἐπιδείξαντες τοῖς
πολίταις καὶ τοῖς ξένοις τὰς σφραγῖδας, οὕτως ἀνοίγουσιν.
οἱ δ' εἰσελθόντες εὑρίσκουσι τοὺς μὲν λέβητας οἴνου πλήρεις,
τὸ δὲ ἔδαφος καὶ τοὺς τοίχους ὑγιεῖς, ὥστε μηδεμίαν εἶναι
ὑποψίαν λαβεῖν ὡς τέχνῃ τινὶ κατασκευάζουσιν. εἶναι δέ
φασι παρ' αὐτοῖς καὶ ἰκτίνους, οἳ παρὰ μὲν τῶν διὰ τῆς
ἀγορᾶς τὰ κρέα φερόντων ἁρπάζουσι, τῶν δὲ ἱεροθύτων οὐχ
ἅπτονται.
Ἐν Κορωνείᾳ δὲ τῆς Βοιωτίας λέγεται τοὺς ἀσπάλα-
κας τὰ ζῷα μὴ δύνασθαι ζῆν μηδ' ὀρύσσειν τὴν γῆν, τῆς
λοιπῆς Βοιωτίας πολὺ πλῆθος ἐχούσης.
Ἐν Λουσοῖς δὲ τῆς Ἀρκαδίας κρήνην εἶναί τινά φασιν,
ἐν ᾗ χερσαῖοι μύες γίνονται καὶ κολυμβῶσι, τὴν δίαιταν
ἐν ἐκείνῃ ποιούμενοι. λέγεται δ' αὐτὸ τοῦτο καὶ ἐν Λαμ-
ψάκῳ εἶναι.
Ἐν δὲ Κράννωνι τῆς Θετταλίας φασὶ δύο κόρακας
εἶναι μόνους ἐν τῇ πόλει. οὗτοι ὅταν ἐκνεοττεύσωσιν, ἑαυτοὺς
μέν, ὡς ἔοικεν, ἐκτοπίζουσιν, ἑτέρους δὲ τοσούτους τῶν ἐξ
αὑτῶν γενομένων ἀπολείπουσιν.
Ἐν δὲ Ἀπολλωνίᾳ τῇ πλησίον κειμένῃ τῆς τῶν Ἀτ-

λαντίνων χώρας φασὶ γίγνεσθαι ἄσφαλτον ὀρυκτὴν καὶ
πίσσαν, τὸν αὐτὸν τρόπον ἐκ τῆς γῆς ἀναπηδῶσαν τοῖς
ὕδασιν, οὐδὲν διαφέρουσαν τῆς Μακεδονικῆς, μελαντέραν
δὲ καὶ παχυτέραν πεφυκέναι ἐκείνης. οὐ πόρρω δὲ τούτου
τοῦ χωρίου πῦρ ἐστὶ καιόμενον πάντα τὸν χρόνον, ὡς φασὶν
οἱ κατοικοῦντες περὶ τὴν χώραν ἐκείνην. ὁ δὲ καιόμενος τό-
πος ἐστὶν οὐ πολύς, ὡς ἔοικεν, ἀλλ' ὅσον μάλιστα πεν-
τακλίνου τὸ μέγεθος. ὄζει δὲ θείου καὶ στυπτηρίας, καὶ πέ-
φυκε περὶ αὐτὸν πόα τε βαθεῖα, ὃ καὶ θαυμάσειεν ἄν τις
μάλιστα, καὶ δένδρα μεγάλα, οὐκ ἀπέχοντα τοῦ πυρὸς
πήχεις τέσσαρας. καίεται δὲ συνεχῶς περὶ Λυκίαν καὶ
Μεγάλην πόλιν τὴν ἐν Πελοποννήσῳ.
Λέγεται δὲ καὶ ἐν Ἰλλυριοῖς τίκτειν τὰ βοσκήματα
δὶς τοῦ ἐνιαυτοῦ, καὶ τὰ πλεῖστα διδυμοτοκεῖν, καὶ πολλὰ
δὲ τρεῖς ἢ τέσσαρας ἐρίφους τίκτειν, ἔνια δὲ καὶ πέντε καὶ
πλείους, ἔτι δὲ γάλακτος ἀφιέναι ῥᾳδίως τρία ἡμίχοα.
λέγουσι δὲ καὶ τὰς ἀλεκτορίδας οὐχ ὥσπερ παρὰ τοῖς ἄλ-
λοις ἅπαξ τίκτειν, ἀλλὰ δὶς ἢ τρὶς τῆς ἡμέρας. λέγεται
δὲ καὶ ἐν Παιονίᾳ τοὺς βοῦς τοὺς ἀγρίους πολὺ μεγίστους
ἁπάντων τῶν ἐν τοῖς λοιποῖς ἔθνεσι γίγνεσθαι, καὶ τὰ κέ-
ρατα αὐτῶν χωρεῖν τέσσαρας χόας, ἐνίων δὲ καὶ πλεῖον.

Περὶ δὲ τοῦ πορθμοῦ τῆς Σικελίας καὶ ἄλλοι μὲν πλείους
γεγράφασι, καὶ οὗτος δέ φησι συμβαίνειν τερατῶδες. ἐκ
γὰρ τοῦ Τυρρηνικοῦ πελάγους πολλῷ ῥοίζῳ φερόμενον τὸν
κλύδωνα προσβάλλειν πρὸς ἀμφότερα τὰ ἀκρωτήρια, τὸ
μὲν τῆς Σικελίας, τὸ δὲ τῆς Ἰταλίας, τὸ προσαγορευόμενον
Ῥήγιον, καὶ φερόμενον ἐκ μεγάλου πελάγους εἰς στενὸν
συγκλείεσθαι, τούτου δὲ γινομένου κῦμα μετέωρον αἴρειν σὺν
πολλῷ βρόμῳ ἐπὶ πάνυ πολὺν τόπον τῆς ἄνω φορᾶς,
ὥστε τοῖς μακρὰν ἀπέχουσι σύνοπτον εἶναι τὸν μετεωρισμόν,
οὐχ ὅμοιον φαινόμενον θαλάσσης ἀναφορᾷ, λευκὸν δὲ
καὶ ἀφρῶδες, παραπλήσιον δὲ τοῖς συρμοῖς τοῖς γινομέ-
νοις ἐν τοῖς ἀνυπερβλήτοις χειμῶσι. καὶ ποτὲ μὲν ἀλλή-
λοις συμπίπτειν ἐπ' ἀμφοτέρων τῶν ἀκρωτηρίων τοὺς κλύ-
δωνας, καὶ ποιεῖν συγκλυσμὸν ἄπιστον μὲν διηγεῖσθαι,
ἀνυπομόνητον δὲ τῇ ὄψει θεάσασθαι· ποτὲ δὲ διισταμένους
ἐκ τῆς πρὸς ἀλλήλους συρράξεως οὕτω βαθεῖαν καὶ φρι-
κώδη τὴν ἄποψιν ποιεῖν τοῖς ἐξ ἀνάγκης θεωμένοις, ὥστε
πολλοὺς μὲν μὴ κρατεῖν ἑαυτῶν, ἀλλὰ πίπτειν σκοτου-
μένους ὑπὸ δέους. ἐπειδὰν δὲ προσπεσὸν τὸ κῦμα πρὸς
ὁποτερονοῦν τῶν τόπων καὶ μετεωρισθὲν ἕως τῶν ἄκρων
πάλιν εἰς τὴν ὑπορρέουσαν θάλασσαν κατενεχθῇ, τότε δὴ

πάλιν σὺν πολλῷ μὲν βρυχηθμῷ μεγάλαις δὲ καὶ τα-
χείαις δίναις τὴν θάλασσαν ἀναζεῖν καὶ μετεωρίζεσθαι
κυκωμένην ἐκ βυθῶν, παντοδαπὰς δὲ χρόας μεταλλάς-
σειν· ποτὲ μὲν γὰρ ζοφεράν, ποτὲ δὲ κυανῆν, πολλάκις
δὲ πορφυρίζουσαν διαφαίνεσθαι. τὸν δὲ δρόμον καὶ τὸ
μῆκος αὐτῆς, ἔτι δὲ πρὸς τούτοις τὴν ἀνάρροιαν, οὐδὲ ἀκούειν
οὐδὲν ἑρπετὸν οὔθ' ὁρᾶν ὑπομένειν, φεύγειν δὲ πάντα πρὸς
τὰς ὑποκειμένας ὑπωρείας. λήγοντος δὲ τοῦ κλύδωνος τὰς
δίνας μετεώρους φέρεσθαι ποικίλας οὕτω τὰς ἀναστροφὰς
ποιουμένας, ὥστε δοκεῖν πρηστήρων ἤ τινων ἄλλων μεγάλων
ὄφεων σπειράματι παρομοίους τὰς κινήσεις ἀποτελεῖν.
Φασὶν οἰκοδομούντων Ἀθηναίων τὸ τῆς Δήμητρος ἱερὸν
τῆς ἐν Ἐλευσῖνι περιεχομένην στήλην πέτραις εὑρεθῆναι
χαλκῆν, ἐφ' ἧς ἐπεγέγραπτο “Δηϊόπης τόδε σῆμα”, ἣν οἱ
μὲν λέγουσι Μουσαίου εἶναι γυναῖκα, τινὲς δὲ Τριπτολέμου
μητέρα γενέσθαι.
Ἐν μιᾷ τῶν Αἰόλου προσαγορευομένων νήσων πλῆθός
τί φασι γενέσθαι φοινίκων, ὅθεν καὶ Φοινικώδη καλεῖσθαι.
οὐκ ἂν οὖν εἴη τὸ λεγόμενον ὑπὸ Καλισθένους ἀληθές,
ὅτι ἀπὸ Φοινίκων τῆς Συρίας τῶν τὴν παραλίαν οἰκούντων
τὸ φυτὸν ἔλαβε τὴν προσηγορίαν. ἀλλὰ καὶ αὐτοὺς τοὺς

Φοίνικας ὑπὸ τῶν Ἑλλήνων φασί τινες [φοίνικας] προσα-
γορευθῆναι διὰ τὸ πρώτους πλέοντας τὴν θάλασσαν, ᾗ ἂν
ἀποβαίησαν, πάντας ἀποκτείνειν καὶ φονεύειν. καὶ κατὰ
γλῶσσαν δ' ἐστὶ τὴν Περραιβῶν τὸ αἱμάξαι φοινίξαι.
Τῆς καλουμένης Αἰνιακῆς χώρας περὶ τὴν ὀνομαζο-
μένην Ὑπάτην λέγεται παλαιά τις στήλη εὑρεθῆναι, ἣν
οἱ Αἰνιᾶνες τίνος ἦν εἰδέναι βουλόμενοι, ἔχουσαν ἐπιγραφὴν
ἀρχαίοις γράμμασιν, ἀπέστειλαν εἰς Ἀθήνας τινὰς κομί-
ζοντας αὐτήν. πορευομένων δὲ διὰ τῆς Βοιωτίας, καί τισι
τῶν ξένων ὑπὲρ τῆς ἀποδημίας ἀνακοινουμένων, λέγεται
αὐτοὺς εἰσαχθῆναι εἰς τὸ καλούμενον Ἰσμήνιον ἐν Θήβαις·
ἐκεῖθεν γὰρ μάλιστα ἂν εὑρεθῆναι τὴν τῶν γραμμάτων
ἐπιγραφήν, λέγοντες εἶναί τινα ἀναθήματα ὁμοίους ἔχοντα
τοὺς ῥυθμοὺς τῶν γραμμάτων ἀρχαῖα. ὅθεν αὐτούς φασιν
ἀπὸ τῶν γνωριζομένων τὴν εὕρεσιν ποιησαμένους τῶν ἐπι-
ζητουμένων, ἀναγράψαι τούσδε τοὺς στίχους.
Ἡρακλέης τεμένισσε Κυθήρᾳ Φερσεφαάσσῃ,
Γηρυονείας ἀγέλας ἐλάων ἠδ' Ἐρύθειαν ἄγων.
τὰς δ' ἐδάμασσε πόθῳ Πασιφάεσσα θεά.
τῇδε δέ μοι τέκνῳ τῷ δ' Ἐρύθου τε δάμαρ

νυμφογενὴς Ἐρύθη· δὴ τόδ' ἔδωκα πέδον
μναμόσυνον φιλίας, φηγῷ ὕπο σκιερᾷ.
τούτῳ τῷ ἐπιγράμματι ἐπεχώρησε καὶ ὁ τόπος ἐκεῖνος
Ἔρυθος καλούμενος, καὶ ὅτι ἐκεῖθεν τὰς βοῦς καὶ οὐκ ἐξ
Ἐρυθείας ἤγαγεν· οὐδὲ γὰρ ἐν τοῖς κατὰ Λιβύην καὶ
Ἰβηρίαν τόποις οὐδαμοῦ τὸ ὄνομά φασι λέγεσθαι τῆς
Ἐρυθείας.
Τῆς δὲ Λιβύης ἐν Ἰτύκῃ τῇ καλουμένῃ, ἣ κεῖται
μέν, ὡς λέγουσιν, ἐν τῷ κόλπῳ τῷ μεταξὺ Ἑρμαίας καὶ
τῆς Ἵππου ἄκρας, ἐπέκεινα δὲ Καρχηδόνος ὡς σταδίους
διακοσίους (ἣ καὶ πρότερον κτισθῆναι λέγεται ὑπὸ Φοινίκων
αὐτῆς τῆς Καρχηδόνος ἔτεσι διακοσίοις ὀγδοήκοντα ἑπτά,
ὡς ἀναγέγραπται ἐν ταῖς Φοινικικαῖς ἱστορίαις), γίνεσθαί
φασιν ἅλας ὀρυκτούς, ἐπὶ τρεῖς ὀργυιὰς τὸ βάθος, τῇ ὄψει
λευκοὺς καὶ οὐ στερεοὺς ἀλλ' ὁμοίους τῷ γλισχροτάτῳ
γλοιῷ· καὶ ὅταν ἀνενεχθῶσιν εἰς τὸν ἥλιον, ἀποστερεοῦσθαι
καὶ γίνεσθαι ὁμοίους τῷ Παρίῳ λίθῳ. γλύφεσθαι δὲ ἐξ
αὐτῶν λέγουσι ζῴδια καὶ ἄλλα σκεύη.
Τοὺς πρώτους τῶν Φοινίκων ἐπὶ Ταρτησσὸν πλεύσαν-
τας λέγεται τοσοῦτον ἀργύριον ἀντιφορτίσασθαι, ἔλαιον
καὶ ἄλλον ναυτικὸν ῥῶπον εἰσαγαγόντας, ὥστε μηκέτι

ἔχειν δύνασθαι μήτε ἐπιδέξασθαι τὸν ἄργυρον, ἀλλ' ἀναγ-
κασθῆναι ἀποπλέοντας ἐκ τῶν τόπων τά τε ἄλλα πάντα
ἀργυρᾶ οἷς ἐχρῶντο κατασκευάσασθαι, καὶ δὴ καὶ τὰς
ἀγκύρας πάσας.
Λέγουσι τοὺς Φοίνικας τοὺς κατοικοῦντας τὰ Γάδειρα
καλούμενα, ἔξω πλέοντας Ἡρακλείων στηλῶν ἀπηλιώτῃ
ἀνέμῳ ἡμέρας τέτταρας, παραγίνεσθαι εἴς τινας τόπους
ἐρήμους, θρύου καὶ φύκους πλήρεις, οὓς ὅταν μὲν ἄμπωτις
ᾖ μὴ βαπτίζεσθαι, ὅταν δὲ πλημμύρα, κατακλύζεσθαι,
ἐφ' ὧν εὑρίσκεσθαι ὑπερβάλλον θύννων πλῆθος, καὶ τοῖς
μεγέθεσιν ἄπιστον καὶ τοῖς πάχεσιν, ὅταν ἐποκείλωσιν· οὓς
ταριχεύοντες καὶ συντιθέντες εἰς ἀγγεῖα διακομίζουσιν εἰς
Καρχηδόνα. ὧν Καρχηδόνιοι μόνων οὐ ποιοῦνται τὴν ἐξα-
γωγήν, ἀλλὰ διὰ τὴν ἀρετὴν ἣν ἔχουσι κατὰ τὴν βρῶσιν
αὐτοὶ καταναλίσκουσιν.
Ἐν τῇ Πηδασία τῆς Καρίας θυσία τῷ Διὶ συντελεῖ-
ται, ἐν ᾗ πέμπουσιν αἶγά τινα, περὶ ἣν θαυμαστόν τί φασι
γίγνεσθαι. βαδίζουσα γὰρ ἐκ Πηδάσων σταδίους ἑβδομή-
κοντα δι' ὄχλου πολλοῦ τοῦ θεωροῦντος οὔτε διαταράττεται
κατὰ τὴν πορείαν οὔτ' ἐκτρέπεται τῆς ὁδοῦ, δεδεμένη δὲ
σχοινίῳ προπορεύεται τοῦ τὴν ἱερωσύνην ἔχοντος. θαυμαστὸν

δ' ἐστὶ καὶ τὸ δύο κόρακας εἶναι διὰ τέλους περὶ τὸ τοῦ Διὸς
ἱερόν, ἄλλον δὲ μηδένα προσιέναι πρὸς τὸν τόπον, καὶ τὸν
ἕτερον αὐτῶν ἔχειν τὸ πρόσθεν τοῦ τραχήλου λευκόν.
Ἐν Ἰλλυριοῖς δὲ τοῖς Ἀρδιαίοις καλουμένοις, παρὰ
τὰ μεθόρια τῶν Αὐταριατῶν κἀκείνων, φασὶν ὄρος εἶναι
μέγα, τούτου δὲ πλησίον ἄγκος, ὅθεν ὕδωρ ἀναπηδᾶν, οὐ
πᾶσαν ὥραν ἀλλὰ τοῦ ἦρος, πολὺ τῷ πλήθει, ὃ λαμβά-
νοντες τὰς μὲν ἡμέρας ἐν τῷ στεγνῷ φυλάττουσι, τὰς δὲ
νύκτας εἰς τὴν αἰθρίαν τιθέασι. καὶ πέντε ἢ ἓξ ἡμέρας
τοῦτο ποιησάντων αὐτῶν πήγνυται τὸ ὕδωρ, καὶ γίνεται
κάλλιστον ἅλας, ὃ ἕνεκεν τῶν βοσκημάτων μάλιστα δια-
τηροῦσιν· οὐ γὰρ εἰσάγονται πρὸς αὐτοὺς ἅλες διὰ τὸ
κατοικεῖν πόρρω αὐτοὺς θαλάσσης καὶ εἶναι αὐτοὺς ἀμίκτους.
πρὸς οὖν τὰ βοσκήματα πλείστην αὐτοῦ χρείαν ἔχουσιν·
ἁλίζουσι γὰρ αὐτὰ δὶς τοῦ ἐνιαυτοῦ. ἐὰν δὲ μὴ ποιήσωσι
τοῦτο, συμβαίνει αὐτοῖς ἀπόλλυσθαι τὰ πλεῖστα τῶν
βοσκημάτων.
Ἐν Ἄργει δέ φασι γίνεσθαι ἀκρίδος τι γένος ὃ κα-
λεῖται σκορπιομάχον. ὅταν γὰρ ἴδῃ τάχιστα σκορπίον,
ἀνθίσταται αὐτῷ· ὡσαύτως δὲ καὶ ὁ σκορπίος ἐκείνῃ. καὶ
κύκλῳ περιιοῦσα τρίζει περὶ αὐτόν· τὸν δὲ τὸ κέντρον

ἐπαίροντα ἀντιπεριάγειν ἐν τῷ αὐτῷ τόπῳ, εἶτα κατὰ μι-
κρὸν ἀνιέναι τὸ κέντρον, καὶ τέλος ὅλον ἐκτείνεσθαι, τῆς
ἀκρίδος κύκλῳ τρεχούσης. τὰ τελευταῖα δὲ προσελθοῦσα
κατεσθίει αὐτὸν ἡ ἀκρίς. ἀγαθὸν δέ φασιν εἶναι καὶ πρὸς
τὰς πληγὰς τοῦ σκορπίου ἐπιφαγεῖν αὐτήν.
Τοὺς ἐν Νάξῳ σφῆκάς φασιν, ὅταν φάγωσι τοῦ ἔχεως
(προσφιλὴς δ' αὐτοῖς ἡ σάρξ, ὡς ἔοικεν, ἐστίν), ἐπειδάν
τινα κεντήσωσι, περιωδύνους οὕτω ποιεῖν ὥστε χαλεπωτέραν
φαίνεσθαι τῆς πληγῆς τῶν ἔχεων.
Φασὶ τὸ Σκυθικὸν φάρμακον, ᾧ ἀποβάπτουσι τοὺς
ὀϊστούς, συντίθεσθαι ἐξ ἐχίδνης. τηροῦσι δέ, ὡς ἔοικεν, οἱ
Σκύθαι τὰς ἤδη ζῳοτοκούσας, καὶ λαβόντες αὐτὰς τήκουσιν
ἡμέρας τινάς. ὅταν δὲ ἱκανῶς αὐτοῖς δοκῇ σεσῆφθαι πᾶν,
τὸ τοῦ ἀνθρώπου αἷμα εἰς χυτρίδιον ἐγχέοντες εἰς τὰς κο-
πρίας κατορύττουσι πωμάσαντες. ὅταν δὲ καὶ τοῦτο σαπῇ,
τὸ ὑφιστάμενον ἐπάνω τοῦ αἵματος, ὃ δή ἐστιν ὑδατῶδες,
μιγνύουσι τῷ τῆς ἐχίδνης ἰχῶρι, καὶ οὕτω ποιοῦσι θα-
νάσιμον.
Ἐν Κουρίῳ τῆς Κύπρου ὄφεών τι γένος εἶναί φασιν, ὃ
τὴν δύναμιν ὁμοίαν ἔχει τῇ ἐν Αἰγύπτῳ ἀσπίδι, πλὴν ὅτι τοῦ
χειμῶνος ἐὰν δάκῃ, οὐδὲν ἐργάζεται, εἴτε δι' ἄλλην τινὰ

αἰτίαν, εἴτε διότι τὸ ζῷον δυσκίνητον γίνεται ὑπὸ τοῦ ψύχους
ἀποπηγνύμενον καὶ τελέως ἀδύνατον, ἐὰν μῆ θερμανθῇ.
Ἐν Κέῳ φασὶν εἶναί τι γένος ἀχέρδου, ὑφ' ἧς ἐάν
τις πληγῇ τῇ ἀκάνθῃ, ἀποθνήσκει.
Ἐν Μυσίᾳ φασὶν ἄρκτων τι γένος εἶναι λευκόν, αἳ
ὅταν κυνηγῶνται, ἀφιᾶσι τοιαύτην πνοὴν ὥστε τῶν κυνῶν
τὰς σάρκας σήπειν, ὡσαύτως δὲ καὶ τῶν λοιπῶν θηρίων,
ἀβρώτους τε ποιεῖν. ἐὰν δέ τις καὶ βιάσηται καὶ ἐγγίσῃ,
ἀφιᾶσιν ἐκ τοῦ στόματος φλέγμα πάμπολύ τι, ὡς ἔοικεν,
ὃ προσφυσᾷ πρὸς τὰ πρόσωπα τῶν κυνῶν, ὡσαύτως δὲ
καὶ τῶν ἀνθρώπων, ὥστε καὶ ἀποπνίγειν καὶ ἀποτυφλοῦν.
Ἐν δὲ τῇ Ἀραβίᾳ ὑαινῶν τι γένος φασὶν εἶναι, ὃ
ἐπειδὰν προΐδῃ τι θηρίον ἢ ἀνθρώπου ἐπιβῇ ἐπὶ τὴν σκιάν,
ἀφωνίαν ἐργάζεται καὶ πῆξιν τοιαύτην ὥστε μὴ δύνασθαι
κινεῖν τὸ σῶμα. τοῦτο δὲ ποιεῖν καὶ ἐπὶ τῶν κυνῶν.
Κατὰ δὲ Συρίαν εἶναί τί φασι ζῷον ὃ καλεῖται λεον-
τοφόνον· ἀποθνήσκει γὰρ ὁ λέων, ὡς ἔοικεν, ὅταν αὐτοῦ
φάγῃ. ἑκὼν μὲν οὖν τοῦτο οὐ ποιεῖ, ἀλλὰ φεύγει τὸ ζῷον·
ὅταν δὲ συλλαβόντες αὐτὸ οἱ κυνηγέται καὶ ὀπτήσαντες
ὥσπερ ἄλφιτα λευκὰ περιπάσσωσιν ἄλλῳ ζῴῳ, γευσά-
μενον ἀπόλλυσθαί φασι παραχρῆμα. κακοῖ καὶ προσουροῦν

τὸν λέοντα τοῦτο τὸ ζῷον.
Λέγεται καὶ τοὺς γῦπας ὑπὸ τῆς τῶν μύρων ὀσμῆς
ἀποθνήσκειν, ἐάν τις αὐτοὺς χρίσῃ ἢ δῷ τι μεμυρισμένον
φαγεῖν. ὡσαύτως δὲ καὶ τοὺς κανθάρους ὑπὸ τῆς τῶν ῥό-
δων ὀσμῆς.
Καὶ ἐν Σικελίᾳ δέ φασι καὶ ἐν Ἰταλίᾳ τοὺς γαλεώ-
τας θανάσιμον ἔχειν τὸ δῆγμα, καὶ οὐχ ὥσπερ τοὺς παρ'
ἡμῖν ἀσθενὲς καὶ μαλακόν. εἶναι δὲ καὶ μυῶν γένος ἐφι-
πτάμενον, ὃ ὅταν δάκῃ, ἀποθνήσκειν ποιεῖ. ἐν δὲ τῇ
Μεσοποταμίᾳ τῆς Συρίας φασὶ καὶ ἐν Ἰστροῦντι ὀφείδιά τινα
γίγνεσθαι, ἃ τοὺς ἐγχωρίους οὐ δάκνει, τοὺς ξένους δὲ ἀδικεῖ
σφόδρα. περὶ δὲ τὸν Εὐφράτην καὶ τελείως φασὶ τοῦτο
γίγνεσθαι. πολλοὺς γὰρ φαίνεσθαι περὶ τὰ χείλη τοῦ πο-
ταμοῦ καὶ διανέοντας ἐφ' ἑκάτερα, ὥστε τῆς δείλης ἐν-
ταῦθα θεωρουμένους ἅμα τῇ ἡμέρᾳ ἐπὶ θατέρου μέρους φαί-
νεσθαι, καὶ τοὺς ἀναπαυομένους τῶν μὲν Σύρων μὴ δάκνειν,
τῶν δ' Ἑλλήνων μὴ ἀπέχεσθαι.
Ἐν Θεσσαλίᾳ φασὶ τὸν ἱερὸν καλούμενον ὄφιν πάν-
τας ἀπολλύειν, οὐ μόνον ἐὰν δάκῃ, ἀλλὰ καὶ ἐὰν θίγῃ.
διὸ καὶ ὅταν φανῇ καὶ τὴν φωνὴν ἀκούσωσι (φαίνεται δὲ

σπανίως), φεύγουσι καὶ οἱ ὄφεις καὶ οἱ ἔχεις καὶ τἆλλα
πάντα θηρία. τῷ δὲ μεγέθει οὐκ ἔστι μέγας ἀλλὰ μέτριος.
ἐν Τήνῳ δέ ποτέ φασιν αὐτὸν τῇ πόλει κατὰ Θετταλίαν
ἀναιρεθῆναι ὑπὸ γυναικός, γενέσθαι δὲ τὸν θάνατον τοιόνδε.
γυναῖκα κύκλον γράψασαν καὶ τὰ φάρμακα θεῖσαν εἰς-
βῆναι εἰς τὸν κύκλον, αὐτὴν καὶ τὸν υἱόν, εἶτα μιμεῖσθαι
τὴν φωνὴν τοῦ θηρίου· τὸ δ' ἀντᾴδειν καὶ προσιέναι. ᾄδοντος
δὲ καταδαρθεῖν τὴν γυναῖκα, καὶ ἐγγυτέρω προσιόντος
μᾶλλον, ὥστε μὴ δύνασθαι κρατεῖν τοῦ ὕπνου. τὸν δ' υἱὸν
παρακαθήμενον ἐγείρειν τύπτοντα, κελευούσης ἐκείνης, καὶ
λέγειν ὅτι ἐὰν μὲν καθυπνώσῃ, ἀπολεῖται καὶ αὐτὴ καὶ
ἐκεῖνος, ἐὰν δὲ βιάσηται καὶ προσαγάγηται τὸ θηρίον, σω-
θήσονται. ὡς δὲ προσῆλθεν ὁ ὄφις εἰς τὸν κύκλον, αὖον
εὐθὺς γενέσθαι αὐτόν.
Λέγεται περὶ τὰ Τύανα ὕδωρ εἶναι ὁρκίου Διός (κα-
λοῦσι δὲ αὐτὸ Ἀσβαμαῖον), οὗ πηγὴ ἀναδίδοται πάνυ
ψυχρά, παφλάζει δὲ ὥσπερ οἱ λέβητες. τοῦτο εὐόρκοις
μὲν ἡδύ τε καὶ ἵλεων, ἐπιόρκοις δὲ παρὰ πόδας ἡ δίκη.
ἀποσκήπτει γὰρ καὶ εἰς ὀφθαλμοὺς καὶ εἰς χεῖρας καὶ
εἰς πόδας, ἁλίσκονταί τε ὑδέροις καὶ φθόαις· καὶ οὐδὲ πρό-
σθεν ἀπελθεῖν δυνατόν, ἀλλ' αὐτόθι ἔχονται καὶ ὀλοφύρον-

ται πρὸς τῷ ὕδατι, ὁμολογοῦντες ἃ ἐπιώρκησαν.
Ἀθήνησί φασι τὸν ἱερὸν τῆς ἐλαίας θαλλὸν ἐν ἡμέρᾳ
μιᾷ βλαστῆσαι καὶ πλείονα γενέσθαι, ταχὺ δὲ αὖ πάλιν
συστέλλεσθαι.
Τῶν ἐν Αἴτνῃ κρατήρων ἀναρραγέντων καὶ ἀνὰ τὴν
γῆν φερομένων ἔνθα καὶ ἔνθα χειμάρρου δίκην, τὸ τῶν
εὐσεβῶν γένος ἐτίμησε τὸ δαιμόνιον. περικαταληφθέντων
γὰρ ὑπὸ τοῦ ῥεύματος διὰ τὸ βαστάζειν γέροντας ἐπὶ τῶν
ὤμων γονεῖς καὶ σώζειν, πλησίον αὐτῶν γενόμενον τὸ τοῦ
πυρὸς ῥεῦμα ἐξεσχίσθη, παρέτρεψέ τε τοῦ φλογμοῦ τὸ μὲν
ἔνθα τὸ δὲ ἔνθα, καὶ ἐτήρησεν ἀβλαβεῖς ἅμα τοῖς γονεῦσι
τοὺς νεανίσκους.
Λέγεται τὸν ἀγαλματοποιὸν Φειδίαν κατασκευάζοντα
τὴν ἐν ἀκροπόλει Ἀθηνᾶν ἐν μεσότητι ταύτης τῆς ἀσπίδος τὸ
ἑαυτοῦ πρόσωπον ἐντυπώσασθαι, καὶ συνδῆσαι τῷ ἀγάλματι
διά τινος ἀφανοῦς δημιουργίας, ὥστ' ἐξ ἀνάγκης, εἴ τις βούλοιτο
αὐτὸ περιαιρεῖν, τὸ σύμπαν ἄγαλμα λύειν τε καὶ συγχεῖν.
Φασὶν ὡς ἀνδριὰς ὁ τοῦ Βίτυος ἐν Ἄργει ἀπέκτεινε
[τὸν αἴτιον] τοῦ θανάτου τῷ Βίτυϊ, θεωροῦντι ἐμπεσών. ἔοικεν
οὖν οὐκ εἰκῇ τὰ τοιαῦτα γίνεσθαι.
Φασὶ τοὺς κύνας μόνον διώκειν τὰ θηρία πρὸς τὰς

κορυφὰς τῶν Μελάνων καλουμένων ὀρῶν, ἀλλ' ἀναστρέφειν,
ὅταν ἄχρι τούτων διώκωσιν.
Ἐν τῷ Φάσιδι ποταμῷ γεννᾶσθαι ῥάβδον ὀνομαζο-
μένην λευκόφυλλον, ἣν οἱ ζηλότυποι τῶν ἀνδρῶν δρεπό-
μενοι ῥίπτουσι περὶ τὸν παρθένιον θάλαμον, καὶ ἀνόθευτον
τηροῦσι τὸν γάμον. ἐν δὲ τῷ Τίγριδι γίνεσθαί φασι λίθον
μωδῶν κεκλημένον βαρβαρικῶς, τῇ χρόᾳ πάνυ λευκόν,
ὃν ἐὰν κατέχῃ τις, ὑπὸ θηρίων οὐδὲν ἀδικεῖται. ἐν δὲ τῷ
Σκαμάνδρῳ γίνεσθαί φασι βοτάνην σίστρον καλουμένην,
παραπλησίαν ἐρεβίνθῳ, κόκκους δ' ἔχει σειομένους, ὅθεν τὴν
προσηγορίαν ἔλαβε· ταύτην τοὺς κατέχοντας μήτε δαιμό-
νιον μήτε φαντασίαν ἡντιναοῦν φοβεῖσθαι.
Περὶ Λιβύην ἄμπελός ἐστιν ἣν καλοῦσι μαινομένην τι-
νές, ἣ τῶν καρπῶν τοὺς μὲν πεπαίνει, τοὺς δ' ὀμφακώδεις
ἔχει, τοὺς δ' ἀνθοῦντας καὶ βραχύν τινα χρόνον.
Περὶ τὸ Σίπυλον ὄρος γίνεσθαί φασι λίθον παρόμοιον
κυλίνδρῳ, ὃν οἱ εὐσεβεῖς υἱοὶ ὅταν εὕρωσιν, ἐν τῷ τεμένει
τῆς μητρὸς τῶν θεῶν τιθέασι, καὶ οὐδέποτε χάριν ἀσεβείας
ἁμαρτάνουσιν, ἀλλ' ἀεί εἰσι φιλοπάτορες.
Ἐν ὄρει Τηϋγέτῳ γίνεσθαι βοτάνην καλουμένην χα-
ρισίαν, ἣν γυναῖκες ἔαρος ἀρχομένου τοῖς τραχήλοις περιά-

πτουσι, καὶ ὑπὸ τῶν ἀνδρῶν συμπαθέστερον ἐρῶνται.
Ὄθρυς ὄρος ἐστὶ Θετταλίας, ὃ φέρει ὄφεις τοὺς λεγο-
μένους σῆπας, οἳ οὐκ ἔχουσι μίαν χροιάν, ἀλλ' ἀεὶ ὁμοιοῦνται
τῷ χώρῳ ἐν ᾧ οἰκοῦσι. τινὲς δὲ αὐτῶν ὅμοιον ἔχουσι τὸ
χρῶμα τοῖς κόχλοις τῆς γῆς. ἄλλοις δὲ χλοάζουσά ἐστιν
ἡ φολίς. ὅσοι δὲ αὐτῶν ἐν ψαμάθοις διατρίβουσι, ταύταις
ἐξομοιοῦνται κατὰ τὸ χρῶμα. δάκνοντες δὲ ἐμποιοῦσι δί-
ψος. ἔστι δὲ αὐτῶν τὸ δῆγμα οὐ τραχὺ καὶ ἔμπυρον,
ἀλλὰ κακόηθες.
Τοῦ περκνοῦ ἔχεως τῇ ἐχίδνῃ συγγινομένου, ἡ ἔχιδνα
ἐν τῇ συνουσίᾳ τὴν κεφαλὴν ἀποκόπτει. διὰ τοῦτο καὶ τὰ
τέκνα, ὥσπερ τὸν θάνατον τοῦ πατρὸς μετερχόμενα, τὴν
γαστέρα τῆς μητρὸς διαρρήγνυσιν.
Ἐν τῷ Νείλῳ ποταμῷ γεννᾶσθαι λίθον φασὶ κυάμῳ
παρόμοιον, ὃν ἂν κύνες ἴδωσιν, οὐχ ὑλακτοῦσι. συντελεῖ δὲ
καὶ τοῖς δαίμονί τινι γενομένοις κατόχοις· ἅμα γὰρ τῷ
προστεθῆναι ταῖς ῥισὶν ἀπέρχεται τὸ δαιμόνιον. ἐν δὲ τῷ
Μαιάνδρῳ ποταμῷ τῆς Ἀσίας λίθον φασὶ σώφρονα καλού-
μενον κατ' ἀντίφρασιν· ὃν ἐάν τις εἴς τινος ἐμβάλῃ κόλπον,
ἐμμανὴς γίνεται καὶ φονεύει τινὰ τῶν συγγενῶν.
Ῥῆνος καὶ Ἴστρος οἱ ποταμοὶ ὑπ' ἄρκτον ῥέουσιν, ὁ

μὲν Γερμανοὺς ὁ δὲ Παίονας παραμείβων· καὶ θέρους μὲν
ναυσίπορον ἔχουσι τὸ ῥεῖθρον, τοῦ δὲ χειμῶνος παγέντες ὑπὸ
κρύους ἐν πεδίου σχήματι καθιππεύονται.
Περὶ τὴν Θούριον πόλιν δύο ποταμούς φασιν εἶναι, Σύ-
βαριν καὶ Κρᾶθιν. ὁ μὲν οὖν Σύβαρις τοὺς πίνοντας ἀπ'
αὐτοῦ πτυρτικοὺς εἶναι ποιεῖ, ὁ δὲ Κρᾶθις τοὺς ἀνθρώπους
ξανθότριχας λουομένους. ἐν δὲ Εὐβοίᾳ δύο ποταμοὺς εἶναι,
ὧν ἀφ' οὗ μὲν τὰ πίνοντα πρόβατα λευκὰ γίνονται· ὃς ὀνο-
μάζεται Κέρβης· ὁ δὲ Νηλεύς, ὃς μέλανα ποιεῖ.
Παρὰ Λυκόρμᾳ ποταμῷ γεννᾶσθαι βοτάνην λόγχῃ
παρόμοιον, συντελοῦσαν πρὸς ἀμβλυωπίαν ἄριστα.
Τὴν ἐν Συρακούσαις τῆς Σικελίας πηγὴν Ἀρέθουσαν
διὰ πενταετηρίδος κινεῖσθαι λέγουσιν.
Ἐν ὄρει Βερεκυνθίῳ γεννᾶσθαι λίθον καλούμενον μά-
χαιραν, ὃν ἐὰν εὕρῃ τις, τῶν μυστηρίων τῆς Ἑκάτης ἐπι-
τελουμένων ἐμμανὴς γίνεται, ὡς Εὔδοξός φησιν. ἐν ὄρει
δὲ Τμώλῳ γεννᾶσθαι λίθον παρόμοιον κισσήρει, ὃς τετράκις
τῆς ἡμέρας ἀλλάσσει τὴν χρόαν· βλέπεσθαι δὲ ὑπὸ παρ-
θένων τῶν μὴ τῷ χρόνῳ φρονήσεως μετεχουσῶν.
Ἐν Ἀρτέμιδος Ὀρθωσίας βωμῷ ταῦρον ἵστασθαι χρύ-
σειον, ὃς κυνηγῶν εἰσελθόντων φωνὴν ἐπαφίησιν.

Ἐν Αἰτωλοῖς φασὶν ὁρᾶν τοὺς ἀσπάλακας ἀμυδρῶς,
καὶ οὐδὲ σιτεῖσθαι γῆν ἀλλ' ἀκρίδας.
Τοὺς ἐλέφαντάς φασι κύειν ἔτη δύο, οἱ δὲ μῆνας
ὀκτωκαίδεκα· ἐν δὲ τῇ ἐκτέξει δυστοκεῖν.
Δημάρατον Τιμαίου τοῦ Λοκροῦ ἀκουστὴν νοσήσαντα
ἄφωνόν φασιν ἐπὶ δέκα γενέσθαι ἡμέρας· ἐν δὲ τῇ ἑνδε-
κάτῃ ἀνανήψας βραδέως ἐκ τῆς παρακοπῆς ἔφησεν ἐκεῖνον
τὸν χρόνον ἥδιστα αὑτῷ βεβιῶσθαι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Η Eλευθερία υπάρχει Έξω από την κοινωνία

  Η Eλευθερία υπάρχει Έξω από την κοινωνία από τον Jon Rappoport Λογική: "Η ελευθερία ενυπάρχει μέσα στο άτομο. Δεν υπάρχει πουθενά αλλ...